DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
49

Καλλίστιον δὲ τὴν ἐπικληθεῖσαν Πτωχελένην μαστιγίας ἐμισθώσατο. θέρους δὲ ὄντος ἐπεὶ γυμνὸς κατέκειτο, τοὺς τύπους τῶν πληγῶν ἰδοῦσα πόθεν οὗτοι, τάλαν; εἶπε. καὶ ὃς παιδὸς ὄντος μου ζωμὸς κατεχύθη. δὲ δηλαδὴ μόσχειος. Μενάνδρῳ τῷ ποιητῇ δυσημερήσαντι καὶ εἰσελθόντι εἰς τὴν οἰκίαν Γλυκέρα προσενέγκασα γάλα παρεκάλει ῥοφῆσαι· δʼ οὐ θέλω εἶπεν. ἦν γὰρ ἐφεστηκυῖα γραῦς αὐτῷ. δὲ ἀποφύσα, εἶπε, καὶ τῷ κάτω χρῶ. Θαὶς ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λέγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δὲ κατασκευάσαι, ἀπολεῖς, ἔφη, ἑκάστου τὸ ἴδιον. Λεόντιον κατακειμένη μετʼ ἐραστοῦ, ἐπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν. ὡς δʼ ἐπιστρέψας γνώριμος αὐτὴν ἠρώτησε τί λυπεῖται, ὑστέρα με λυπεῖ ἔφη. πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι. δʼ οὐ δύναμαι εἶπε· πηλός ἐστι. Θαὶς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεί τις αὐτὴν ἠρώτα ποῦ πορεύεται, εἶπεν· Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος. Φρύνη συνδειπνοῦσά ποτε γράσωνι ἄρασα φορίνην λαβέ, εἶπε, καὶ ταῦτα τράγε. πέμψαντος δέ τινος αὐτῇ τῶν γνωρίμων οἶνον χρηστὸν μέν, ὀλίγον δέ, καὶ λέγοντος ὅτι δεκαέτης ἐστίν, μικρὸς ὡς πολλῶν ἐτῶν ἔφη. ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τίνα αἰτίαν οἱ στέφανοι κρήμνανται, εἶπεν ὅτι ψυχαγωγοῦσιν. μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου πολλαῖς συμπεπλέχθαι, καθʼ ὑπόκρισιν ἐσκυθρώπασεν. ἐπερωτήσαντος δὲ τὴν αἰτίαν ὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις. φιλάργυρος δέ τις ἐραστὴς ὑποκοριζόμενος αὐτὴν εἶπεν Ἀφροδίσιον εἶ Πραξιτέλους· δὲ σὺ δʼ Ἔρως Φειδίου.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License