DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
48

Μετάνειρα δὲ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι, καὶ γὰρ σύ, φησί, σαυτὸν ἔδωκας οὗ ψῆφοι εἰσίν. διαπηδῶντος δʼ αὐτοῦ ἐπὶ τὴν πλησίον κλίνην πρόσεχε, φησί, μὴ ἀνατραπῇς. τοῦτο ἱστορεῖ Ἡγήσανδρος Ἀριστόδημος δʼ ἐν δευτέρῳ Γελοίων Ἀπομνημονευμάτων Γνάθαιναν, φησί, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας· ἀναγωγότερον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος πῶς; ἔφησεν· ὅτι δύο ποταμοὶ ἐμβάλλετέ μοι, Λύκος καὶ Ἐλεύθερος; ἐπὶ δὲ τὴν θυγατέρα τῆς Γναθαίνης πτωχῶν ἐραστῶν κωμαζόντων καὶ ἀπειλούντων κατασκάψειν τὴν οἰκίαν· ἐνηνοχέναι γὰρ δικέλλας καὶ ἄμας, εἰ ταῦτʼ εἴχεθʼ ὑμεῖς, εἶπεν Γνάθαινα, ἐνέχυρα θέντες τὸ μίσθωμα ἂν ἀπεστείλατε. ἐμμελὴς δʼ ἦν πάνυ Γνάθαινα καὶ οὐκ ἀνάστειος ἀποφθέγξασθαι· ἥτις καὶ νόμον συσσιτικὸν συνέγραψεν, καθʼ ὃν δεῖ τοὺς ἐραστὰς ὡς αὐτὴν καὶ τὴν θυγατέρα εἰσιέναι, κατὰ ζῆλον τῶν τὰ τοιαῦτα συνταξαμένων φιλοσόφων. ἀνέγραψε δʼ αὐτὸν Καλλίμαχος ἐν τῷ τρίτῳ πίνακι τῶν Νόμων καὶ ἀρχὴν αὐτοῦ τήνδε παρέθετο· ὅδε νόμος ἴσος ἐγράφη καὶ ὅμοιος, στίχων τριακοσίων εἴκοσι τριῶν.
Kaibel Dialogi Personae
MYRTILVS

Meineke Index Scriptorum
Hegesander

Callimachus
Gnathaena

Alignment

 

Digital Athenaeus Project     Creative Commons License