DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
47

Γναθαίνης δὲ πολλὰς ἀποκρίσεις ἀνέγραψεν Λυγκεύς. παρασίτου γάρ τινος ὑπὸ γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος, χαριέντως γʼ, ἔφη, νεανίσκε, τὸ σωμάτιον διάκεισαι. τί οὖν οἴει, εἰ μὴ ἐδευτεροκοίτουν; τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες. Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδον τινὰ ἐμπεσόντος, λάκκος, ἔφη, εἰς τὸν κάδον ἐμπέπτωκεν. ἐπιδόντος δέ τινος οἶνον ἐν ψυκτηριδίῳ μικρὸν καὶ εἰπόντος ὅτι ἑκκαιδεκαέτης, μικρός γε, ἔφη, ὡς τοσούτων ἐτῶν. νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπτόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενον θάρρει, παιδίον· οὐ γὰρ στεφανίτης ἀγών ἐστιν, ἀλλʼ ἀργυρίτης. ὡς δʼ τὴν μνᾶν τῇ θυγατρὶ δοὺς αὐτῆς οὐδὲν ἔτι ἔφερεν, ἀλλʼ ἐφοίτα μόνον, παιδίον, ἔφη, ὥσπερ πρὸς Ἱππόμαχον τὸν παιδοτρίβην μνᾶν δοὺς οἴει αἰεὶ φοιτήσειν; Φρύνης δὲ πικρότερον εἰπούσης αὐτῇ εἰ δὲ λίθον, ἔφη, εἶχες, ἀποψήσασθαι ἄν σοι ἔδωκα. ἐτύγχανεν δὲ μὲν αἰτίαν ἔχουσα λιθιᾶν, δὲ κοιλίαν προπετεστέραν ἔχειν. τῶν δὲ πινόντων παρʼ αὐτῇ συμβαλλομένων εἰς βολβοφακῆν καὶ τῆς παιδίσκης ἐν τῷ καθαίρειν εἰς τὸν κόλπον ἐμβαλλομένης τῶν φακῶν, Γνάθαινα ἔφη κολποφακῆν διανοεῖται ποιεῖν. Ἀνδρονίκου δὲ τοῦ τραγῳδοῦ ἀπʼ ἀγῶνός τινος, ἐν τοὺς Ἐπιγόνους εὐημερήκει, πίνειν μέλλοντος παρʼ αὐτῇ καὶ τοῦ παιδὸς κελεύοντος τὴν Γνάθαιναν προαναλῶσαι ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον. πρὸς δὲ ἀδολέσχην τινὰ διηγούμενον ὅτι παραγέγονεν ἀφʼ Ἑλλησπόντου πῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν ἐκεῖ; τοῦ δʼ εἰπόντος εἰς ποίαν; εἰς Σίγειον εἶπεν. εἰσελθόντος δέ τινος ὡς αὐτὴν καὶ ἰδόντος ἐπί τινος ἀγγείου ᾠὰ εἰπόντος τε ὠμὰ ταῦτα, Γνάθαινα, ἑφθά; ἔγχαλκα, ἔφη, παιδίον. Χαιρεφῶντος δʼ ἀκλήτου ἐπὶ δεῖπνον ἐλθόντος, προπιοῦσα ποτήριον αὐτῷ Γνάθαινα λαβέ, ἔφησεν, ὑπερήφανε. καὶ ὃς ἐγὼ ὑπερήφανος; τίς δὲ μᾶλλον, εἶπεν Γνάθαινα, ὃς οὐδὲ καλούμενος ἔρχῃ; Νικὼ δὲ Αἲξ ἐπικαλουμένη, φησὶν Λυγκεύς, παρασίτου τινὸς ἀπαντήσαντος λεπτοῦ ἐξ ἀρρωστίας, ὡς ἰσχνός ἔφη. τί γὰρ οἴει με ἐν τρισὶν ἡμέραις καταβεβρωκέναι; ἤτοι τὴν λήκυθον, ἔφη, τὰ ὑποδήματα.
Kaibel Index Scriptorum
AGATHO
HEGESANDER
Kaibel Dialogi Personae
MYRTILVS

Meineke Index Scriptorum
Sophocles

Alignment

 

Digital Athenaeus Project     Creative Commons License