DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
45

ἑξῆς δὲ καὶ ταῦτʼ ἀναγράφει· Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ πινακίδα καὶ γραφεῖον ἐξηρτημένον ἔχοντʼ· ἀπόκριναι, φησίν, ποιητά μοι, τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ ἔρρʼ, αἰσχροποιέ ; καταπλαγεὶς δʼ Εὐριπίδης τὴν τόλμαν αὐτῆς σὺ γάρ, ἔφη, τίς εἶ, γύναι; οὐκ αἰσχροποιός; δὲ γελάσασʼ ἀπεκρίθη τί δʼ αἰσχρόν, εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ ; Γλυκέριον λαβοῦσα παρʼ ἐραστοῦ τινος Κορίνθιον παράπηχυ καινὸν λῄδιον ἔδωκεν εἰς γναφεῖον· εἶτʼ ἐπεὶ τέλος ἔδοξʼ ἔχειν, πέμψασα τὴν θεραπαινίδα τὸ μισθάριον ἔχουσαν ἐκέλευʼ ἀποφέρειν θοἰμάτιον. γναφεὺς δʼ εἶπεν· ἄν γʼ ἐλᾳδίου ταρτημόριά μοι, φησί, προσενέγκῃς τρία, κόμισαι. τὸ κωλῦον γάρ ἐστι τοῦτό με. δʼ ὡς ἀπήγγειλʼ, τάλαινʼ, εἶπεν, κακῶν Γλυκέριον, μέλλει γὰρ ὥσπερ μαινίδας ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον. τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν ποτὲ νέος ὢν ἔτʼ αὐτὸς εἶχεν. ἐπεκαλεῖτο δʼ Αἴξ, ὅτι τὸν μέγαν κατέφαγʼ ἐραστήν ποτε Θαλλόν· παρεγενήθη γὰρ εἰς τὴν Ἀττικὴν ὠνησόμενος χελιδονείους ἰσχάδας Ὑμήττιόν τε φορτιούμενος μέλι. λέγεται δʼ ἐκείνην τὴν γυναῖκʼ ἐσχηκέναι πυγὴν πάνυ καλήν, ἥν ποτʼ ἠξίου λαβεῖν Δημοφῶν. δʼ εἶπε γελάσασʼ εὖ γʼ, ἵνα Σοφοκλεῖ λαβὼν δῷς, φησί, παρʼ ἐμοῦ, φίλτατε. Καλλιστίου δὲ τῆς Ὑὸς καλουμένης πρὸς τὴν ἑαυτῆς λοιδορουμένης ποτὲ μητέρα (Κορώνη δʼ ἐπεκαλεῖτο τοὔνομα), διέλυεν Γνάθαινʼ. ἐρωτηθεῖσα δὲ τί διαφέρονται τί γάρ, ἔφησεν, ἄλλο πλὴν ἄλλʼ Κορώνης, ἕτερʼ ἐκείνη μέμφεται. Ἵππην λέγουσι τὴν ἑταίραν Θεόδοτον ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε γενόμενον. αὕτη δʼ ὀψὲ τῆς ὥρας ποτὲ εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα Πτολεμαῖον· εἰώθει δὲ συμπίνειν αἰεὶ αὐτῷ. λέγει δʼ οὖν ὑστεροῦσα παρὰ πολύ· Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα· ἀλλʼ ἐγχεάτω μοι τέτταρας κοτύλας ἔπειτα εἰς τὴν μεγάλην. ἔπειτεν βασιλεὺς λέγει· εἰς τὴν λεκάνην μὲν οὖν· δοκεῖς γάρ μοι πολύν, Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι. Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν· κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν Μοίριχος μέγʼ, εἶπεν· οὐ πρῴην δύο χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί; περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὗ βινητιάσω, καὶ τοσοῦτον λήψομαι. Νικὼ λέγεται τὴν Αἶγα, Πύθωνός τινος αὐτήν ποτʼ ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν παχεῖαν ἀναλαβόντος, εἶτεν ὕστερον μεταπεμπομένου ποθʼ, ὡς ἔοικʼ, αὐτήν, λέγειν πρὸς τὸν μετιόντα παῖδα· Πύθων, φήσʼ, ἐπεὶ ἤδη διάμεστος τῶν ὑείων ἐγένετο, ἐπʼ αἴγειʼ οἷός ἐστιν ἀνακάμπτειν πάλιν;
Kaibel Index Scriptorum
EVRIPIDES
MACHO

GORGIAS
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License