Πτολεμαῖος δʼ ὁ τοῦ Ἀγησάρχου ἐν ταῖς περὶ τὸν Φιλοπάτορα Ἱστορίαις βασιλέων ἐρωμένας ἀναγράφων φησίν· Φιλίππου τοῦ Μακεδόνας αὐξήσαντος Φίλινναν τὴν ὀρχηστρίδα, ἐξ ἧς καὶ γεννῆσαι Ἀρριδαῖον τὸν μετʼ Ἀλέξανδρον βασιλεύσαντα, Δημητρίου δὲ τοῦ Πολιορκητοῦ μετὰ τὰς προειρημένας Μανίαν, Ἀντιγόνου δὲ Δημώ, ἐξ ἧς Ἀλκυονέα γεννηθῆναι, Σελεύκου δὲ τοῦ νεωτέρου Μύσταν καὶ Νῦσαν. Ἡρακλείδης δὲ ὁ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν Δημώ φησιν ἐρωμένην γενέσθαι τοῦ Δημητρίου· ᾗ ἐπιμανῆναι καὶ τὸν πατέρα αὐτοῦ Ἀντίγονον καὶ ἀποκτεῖναι Ὀξύθεμιν ὡς καὶ πολλὰ συνεξαμαρτάνοντα τῷ Δημητρίῳ, καὶ ὅτι ἀπέκτεινε τὰς τῆς Δημοῦς θεραπαίνας στρεβλῶν.
|