DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
4

δὲ Ἡρακλῆς πλείστας δόξας ἐσχηκέναι γυναῖκας (ἦν γὰρ φιλογύνης) ἀνὰ μέρος αὐτὰς εἶχεν, ὡς ἂν στρατευόμενος καὶ κατὰ διάφορα γιγνόμενος χωρία· ἐξ ὧν καὶ τὸ τῶν τέκνων αὐτῷ πλῆθος ἐγένετο. ἐν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς Ἡρόδωρος ἱστορεῖ πολυγύναιος δʼ ἐγένετο καὶ Αἰγεύς· πρώτην μὲν γὰρ ἔγημε τὴν Ὅπλητος θυγατέρα, μεθʼ ἣν τῶν Χαλκώδοντος μίαν. παραδοὺς δʼ ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων. ἔπειτα τὴν Πιτθέως ἔλαβεν Αἴθραν, μεθʼ ἣν Μήδειαν. Θησεὺς δὲ Ἑλένην ἁρπάσας ἑξῆς καὶ Ἀριάδνην ἥρπασεν. Ἴστρος γοῦν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησιν τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δʼ ἐξ ἁρπαγῆς, ἄλλας δʼ ἐκ νομίμων γάμων· ἐξ ἁρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππολύτην καὶ τὰς Κερκύονος καὶ Σίνιδος θυγατέρας, νομίμως δʼ αὐτὸν γῆμαι Μελίβοιαν τὴν Αἴαντος μητέρα. Ἡσίοδος δέ φησιν καὶ Ἵππην καὶ Αἴγλην, διʼ ἣν καὶ τοὺς πρὸς Ἀριάδνην ὅρκους παρέβη, ὥς φησι Κέρκωψ. Φερεκύδης δὲ προστίθησι καὶ Φερέβοιαν. πρὸ δὲ τῆς Ἑλένης καὶ ἐκ Τροιζῆνος ἥρπασεν Ἀναξώ. μετὰ δὲ τὴν Ἱππολύτην Φαίδραν ἔσχεν.
Kaibel Dialogi Personae
LARENSIS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License