DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
39

Μάχων δʼ κωμῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως· ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν τὸν βασιλέʼ εὐμελῶς κελητίσαι ποτὲ ἐπαινεθῆναί θʼ. δὲ τοῦτʼ ἀπεκρίθη· πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει ἦν δὲ Λάμια σφόδρα εὔθικτος καὶ ἀστικὴ πρὸς τὰς ἀποκρίσεις, καθάπερ καὶ Γνάθαινα, περὶ ἧς ἐροῦμεν. πάλιν δὲ περὶ τῆς Λαμίας Μάχων οὕτω γράφει· Δημήτριός ποθʼ βασιλεὺς γένη μύρων Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο. Λάμια δʼ ἦν αὐλητρίς, ἧς σφόδρʼ ἡδέως σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον. ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινὰ διένευσʼ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε ταἰδοῖον ἀποτρίψας καὶ θιγὼν τοῖς δακτύλοις τουτί γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει. κείνη δὲ γελάσασʼ ἀλλὰ τοῦτʼ, ἔφη, τάλαν, ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ. Δημήτριος δʼ εἶπʼ· ἀλλὰ μήν, νὴ τοὺς θεούς, ἀπὸ βαλάνου τοῦτʼ ἐστί, Λάμια, βασιλικῆς.
Kaibel Index Scriptorum
MACHO

EVRIPIDES
PTOLEMAEVS
Kaibel Dialogi Personae
MYRTILVS

Meineke Index Scriptorum
Machon
Ptolemaeus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License