DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
37

Θεμιστοκλῆς τε, ὥς φησιν Ἰδομενεύς, οὐχ ἅρμα ζευξάμενος ἑταιρῶν πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ; ἦσαν δʼ αὗται Λάμια καὶ Σκιώνη καὶ Σατύρα καὶ Νάννιον. οὐ καὶ αὐτὸς Θεμιστοκλῆς ἐξ ἑταίρας ἦν γεγενημένος ὄνομα Ἀβροτόνου; ὡς Ἀμφικράτης ἱστορεῖ ἐν τῷ περὶ Ἐνδόξων Ἀνδρῶν συγγράμματι· Ἀβρότονον Θρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα. Νεάνθης δʼ Κυζικηνὸς ἐν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν Ἑλληνικῶν Ἱστοριῶν Εὐτέρπης αὐτὸν εἶναί φησιν υἱόν. Κῦρος δὲ ἐπὶ τὸν ἀδελφὸν ἐπιστρατεύσας οὐχὶ ἑταίραν οὖσαν τὴν Φωκαίδα τὴν σοφωτάτην καὶ καλλίστην γενομένην εἶχε συστρατευομένην; ἣν Ζηνοφάνης φησὶ πρότερον Μιλτὼ καλουμένην Ἀσπασίαν μετονομασθῆναι. συνηκολούθει δὲ αὐτῷ καὶ Μιλησία παλλακίς. δὲ μέγας Ἀλέξανδρος οὐ Θαίδα εἶχε μεθʼ ἑαυτοῦ τὴν Ἀττικὴν ἑταίραν; περὶ ἧς φησι Κλείταρχος ὡς αἰτίας γενομένης τοῦ ἐμπρησθῆναι τὰ ἐν Περσεπόλει βασίλεια. αὕτη δὲ Θαὶς καὶ μετὰ τὸν Ἀλεξάνδρου θάνατον καὶ Πτολεμαίῳ ἐγαμήθη τῷ πρώτῳ βασιλεύσαντι Αἰγύπτου καὶ ἐγέννησεν αὐτῷ τέκνον Λεοντίσκον καὶ Λάγον, θυγατέρα δὲ Εἰρήνην, ἣν ἔγημεν Εὔνοστος Σόλων τῶν ἐν Κύπρῳ βασιλεύς. καὶ δεύτερος δὲ τῆς Αἰγύπτου βασιλεύς, Φιλάδελφος δʼ ἐπίκλην, ὡς ἱστορεῖ Εὐεργέτης Πτολεμαῖος ἐν τῷ τρίτῳ τῶν Ὑπομνημάτων, πλείστας ἔσχεν ἐρωμένας, Διδύμην μὲν μίαν τῶν ἐπιχωρίων γυναικῶν μάλʼ εὐπρεπεστάτην τὴν ὄψιν καὶ Βιλιστίχην, ἔτι δὲ Ἀγαθόκλειαν καὶ Στρατονίκην, ἧς τὸ μέγα μνημεῖον ὑπῆρχεν ἐπὶ τῇ πρὸς Ἐλευσῖνι θαλάσσῃ, καὶ Μύρτιον καὶ ἄλλας δὲ πλείστας, ἐπιρρεπέστερος ὢν πρὸς ἀφροδίσια. Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἱστοριῶν Κλεινοῦς φησι τῆς οἰνοχοούσης αὐτῷ εἰκόνας πολλὰς ἀνακεῖσθαι κατὰ τὴν Ἀλεξάνδρειαν μονοχίτωνας καὶ ῥυτὸν ἐχούσας ἐν ταῖς χερσίν. αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται; καίτοι Μνησὶς μὲν ἦν αὐλητρὶς καὶ Ποθεινὴ ..., Μύρτιον δὲ μία τῶν ἀποδεδειγμένων καὶ κοινῶν δεικτηριάδων. τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου οὐκ Ἀγαθόκλεια ἑταίρα ἐκράτει, καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν; Εὔμαχος δὲ Νεαπολίτης ἐν τῇ δευτέρᾳ τῶν περὶ Ἀννίβαν Ἱστοριῶν Ἱερώνυμόν φησι τὸν τυραννήσαντα Συρακοσίων ἀγαγέσθαι γυναῖκα μίαν τῶν ἐπʼ οἰκήματος προεστηκυιῶν Πειθὼ ὄνομα καὶ ἀποδεῖξαι βασιλίδα.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License