DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
35

οὐ χρὴ δὲ θαυμάζειν εἰ ἐξ ἀκοῆς τινες ἠράσθησάν τινων, ὁπότε Χάρης Μιτυληναῖος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν τῶν περὶ Ἀλέξανδρόν φησιν ὀνείρατι θεασαμένους τινὰς οὓς μὴ πρότερον εἶδον ἐρασθῆναι αὐτῶν· γράφει δὲ οὕτως· Ὑστάσπῃ νεώτερος ἦν ἀδελφὸς Ζαριάδρης, περὶ ὧν λέγουσιν οἱ ἐπιχώριοι ὅτι ἐξ Ἀφροδίτης καὶ Ἀδώνιδος ἐγεννήθησαν. ἐκυρίευσεν δὲ μὲν Ὑστάσπης Μηδίας καὶ τῆς ὑποκάτω χώρας, δὲ Ζαριάδρης τῆς ὑπεράνω Κασπίων πυλῶν μέχρι τοῦ Τανάιδος. τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος Ὁμάρτῃ βασιλεῖ Μαραθῶν θυγάτηρ ἦν ὄνομα Ὀδάτις· περὶ ἧς ἐν ταῖς ἱστορίαις γέγραπται ὡς ἄρα κατὰ τὸν ὕπνον ἰδοῦσα τὸν Ζαριάδρην ἐρασθείη, τὸ δʼ αὐτὸ τοῦτο κἀκείνῳ πάθος συμπεσεῖν πρὸς αὐτήν. διετέλουν οὖν ἀλλήλων ἐπιθυμοῦντες διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν. ἦν δὲ Ὀδάτις καλλίστη τῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, καὶ Ζαριάδρης δὲ ἦν καλός. πέμποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν Ὁμάρτην καὶ φιλοτιμουμένου γῆμαι τὴν ἄνθρωπον, οὐ συνετίθετο Ὁμάρτης διὰ τὸ εἶναι ἀρρένων παίδων ἔρημος· ἤθελεν γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὑτὸν οἰκείων. καὶ μετʼ οὐ πολὺν χρόνον Ὁμάρτης συναγαγὼν τοὺς ἐκ τῆς βασιλείας δυνάστας καὶ φίλους καὶ συγγενεῖς ἐποιεῖτο τοὺς γάμους, οὐ προειπὼν ὅτῳ μέλλοι διδόναι τὴν θυγατέρα. ἀκμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας τὴν Ὀδάτιν πατὴρ εἰς τὸ συμπόσιον εἶπεν ἀκουόντων τῶν συνδείπνων· ἡμεῖς, θύγατερ Ὀδάτι, νῦν ποιούμεθα τοὺς σοὺς γάμους. περιβλέψασα οὖν καὶ θεωρήσασα πάντας λαβοῦσα χρυσῆν φιάλην καὶ πληρώσασα δὸς θέλεις γαμηθῆναι· τούτου γὰρ κεκλήσῃ γυνή. κἀκείνη περιβλέψασα πάντας ἀπῄει δακρύουσα, ποθοῦσα τὸν Ζαριάδρην ἰδεῖν· ἐπεστάλκει γὰρ αὐτῷ ὅτι μέλλουσιν οἱ γάμοι συντελεῖσθαι. δὲ στρατοπεδεύων ἐπὶ τοῦ Τανάιδος καὶ διαλαθὼν τὴν στρατοπεδείαν διέβη μετὰ μόνου τοῦ ἁρματηλάτου καὶ νυκτὸς ὁρμήσας ἐπὶ τοῦ ἅρματος διῆλθεν διὰ γῆς πολλῆς, διώξας περὶ τοὺς ὀκτακοσίους σταδίους. πλησίον δὲ τῆς κώμης γενόμενος ἐν τοὺς γάμους συνετέλουν καὶ καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ ἅρματι τὸν ἁρματηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν. καὶ παρελθὼν εἰς τὴν αὐλὴν καὶ ἰδὼν τὴν Ὀδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνᾶσάν τε βραδέως τὴν φιάλην εἶπεν πλησίον στὰς παρʼ αὐτήν· Ὀδάτι, πάρειμι δή σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαριάδρης. δὲ κατανοήσασα ξένον ἄνδρα καὶ καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ περιχαρὴς γενομένη δίδωσιν αὐτῷ τὴν φιάλην· καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τὸ ἅρμα καὶ ἔφυγεν ἔχων τὴν Ὀδάτιν. οἱ δὲ παῖδες καὶ αἱ θεράπαιναι συνειδυῖαι τὸν ἔρωτα κατεσιώπησαν καὶ κελεύοντος τοῦ πατρὸς λαλεῖν οὐκ ἔφασαν εἰδέναι ὅπου πεπόρευται. μνημονεύεται δὲ ἔρως οὗτος παρὰ τοῖς τὴν Ἀσίαν οἰκοῦσι βαρβάροις καὶ περισσῶς ἐστι ζηλωτός, καὶ τὸν μῦθον τοῦτον ζωγραφοῦσιν ἐν τοῖς ἱεροῖς καὶ τοῖς βασιλείοις, ἔτι δὲ ταῖς ἰδιωτικαῖς οἰκίαις· καὶ ταῖς ἑαυτῶν θυγατράσιν οἱ πολλοὶ τῶν δυναστῶν ὄνομα τίθενται Ὀδάτιν.
Kaibel Index Scriptorum
CHARES

ARISTOTELES
Kaibel Dialogi Personae
MYRTILVS

Meineke Index Scriptorum
Aristoteles
Clitarchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License