DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
33

ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας. Πίνδαρός τε τὸ μὲν πρῶτον ἔγραψεν εἰς αὐτὸν ἐγκώμιον, οὗ ἀρχή τρισολυμπιονίκαν ἐπαινέων οἶκον, ὕστερον δὲ καὶ σκόλιον τὸ παρὰ τὴν θυσίαν ᾀσθέν, ἐν τὴν ἀρχὴν εὐθέως πεποίηται πρὸς τὰς ἑταίρας, αἳ παραγενομένου τοῦ Ξενοφῶντος καὶ θύοντος τῇ Ἀφροδίτῃ συνέθυσαν. διόπερ ἔφη· Κύπρου δέσποινα, τεὸν δεῦτʼ ἐς ἄλσος φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις ἐπήγαγʼ εὐχωλαῖς ἰανθείς. ἤρξατο δʼ οὕτως τοῦ μέλους· πολύξεναι νεάνιδες ἀμφίπολοι Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ, αἵτε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη θυμιᾶτε, πολλάκι ματέρʼ Ἐρώτων οὐράνιαι πτάμεναι νόημα ποττὰν Ἀφροδίταν· ὑμῖν ἄνωθεν ἀπαγορίας ἔπορεν, παῖδες, ἐρατειναῖς ἐν εὐναῖς μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι. σὺν δʼ ἀνάγκᾳ πᾶν καλόν. ἀρξάμενος δʼ οὕτως ἑξῆς φησιν· ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ, ξυνάορον ξυναῖς γυναιξί. δῆλον γὰρ ὅτι πρὸς τὰς ἑταίρας διαλεγόμενος ἠγωνία ποῖόν τι φανήσεται τοῖς Κορινθίοις τὸ πρᾶγμα. πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως· ἐδιδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ. ὅτι δὲ καὶ Ἀφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, Ἄλεξις ἐν Φιλούσῃ φησίν· Ἀφροδίσιʼ ἦγε ταῖς ἑταίραις πόλις, ἕτερα δὲ χωρίς ἐστι ταῖς ἐλευθέραις. ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε μεθύειν μεθʼ ἡμῶν.
Kaibel Dialogi Personae
MYRTILVS

Meineke Index Scriptorum
Alexis
Chares

Polemo

Alignment

 

Digital Athenaeus Project     Creative Commons License