Book 13
ὁ δὲ ὑμέτερος φιλοσοφομειρακίσκος τοιοῦτος οἷον Ἄλεξις ἢ Ἀντιφάνης ἐν Ὕπνῳ παράγει· διὰ ταῦθʼ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτʼ ἐπεδείπνει μεθʼ ἡμῶν· τοῦτο δʼ ἦν, ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν. καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν· ὅταν γὰρ ὢν νέος ἀλλότριον εἰσελθὼν ὄψον ἐσθίειν μάθῃ ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζʼ αὐτὸν σὺ τῆς νυκτὸς λόγον. τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου
|