DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
29

περὶ δὲ τῶν ἑταιρῶν Ἔφιππος ἐν Ἐμπολῇ τάδε φησίν· ἔπειτά γʼ εἰσίοντʼ, ἐὰν λυπούμενος τύχῃ τις ὑμῶν, ἐκολάκευσεν ἡδέως· ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις χανοῦσʼ ὁμοίως· ἧς ἐπαρεμυθήσατο ἐποίησέ θʼ ἱλαρὸν εὐθέως τʼ ἀφεῖλε πᾶν αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων. Εὔβουλος δʼ ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράγων φησίν· ὡς δʼ ἐδείπνει κοσμίως, οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν ἀπέβρυκον αἰσχρῶς, ἀλλʼ ἑκάστου μικρὸν ἂν ἀπεγεύεθʼ ὥσπερ παρθένος Μιλησία. Ἀντιφάνης Ὑδρίᾳ οὗτος δʼ ὃν λέγω ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς ἰδὼν ἑταίρας εἰς ἔρωτʼ ἀφίκετο, ἀστῆς, ἐρήμου δʼ ἐπιτρόπου καὶ συγγενῶν, ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης, ὄντως ἑταίρας. αἱ μὲν ἄλλαι τοὔνομα βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν. Ἀναξίλας Νεοττίδι· ἐὰν δέ τις μέτρια καὶ λέγουσα ....... τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρείας ἑταίρα τοὔνομα προσηγορεύθη. καὶ σὺ νῦν οὐχ ὡς λέγεις πόρνης, ἑταίρας δʼ εἰς ἔρωτα τυγχάνεις ἐληλυθώς· ἆρʼ ὡς ἀληθῶς ἐστι γοῦν ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License