DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
28

ἐγὼ γάρ, ἄνδρες σύσσιτοι, οὐ κατὰ τὰς Μεταγένους Αὔρας τὸν Ἀρισταγόρου Μαμμάκυθον ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας ὡραίας πρότερον, νῦν δʼ οὐχ ὑμῖν ἀγορεύω ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν, ἀλλὰ περὶ τῶν ὄντως ἑταιρῶν τὸν λόγον πεποίημαι, τουτέστιν τῶν φιλίαν ἄδολον συντηρεῖν δυναμένων, ἃς Κύνουλκος τολμᾷ λοιδορεῖν, τὰς μόνας τῶν ἄλλων γυναικῶν τῷ τῆς φιλίας ὀνόματι προσηγορευμένας ἀπὸ τῆς παρὰ τοῖς Ἀθηναίοις καλουμένης Ἑταίρας τῆς Ἀφροδίτης. περὶ ἧς φησιν Ἀθηναῖος Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν οὕτως. Ἑταίραν δὲ τὴν Ἀφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσαν· τοῦτο δʼ ἐστὶν φίλας. καλοῦσι γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκες ἔτι καὶ νῦν καὶ αἱ παρθένοι τὰς συνήθεις καὶ φίλας ἑταίρας, ὡς Σαπφώ· τάδε νῦν ἑταίραις ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω. καὶ ἔτι· Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι. καλοῦσι δὲ καὶ τὰς μισθαρνούσας ἑταίρας καὶ τὸ ἐπὶ συνουσίαις μισθαρνεῖν ἑταιρεῖν, οὐκ ἔτι πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον, καθὸ δὴ καὶ Μένανδρος ἐν Παρακαταθήκῃ ἀπὸ τῶν ἑταιρῶν τοὺς ἑταίρους διαστέλλων φησί· πεποιήκατʼ ἔργον οὐχ ἑταίρων γὰρ ... ἀλλʼ ἑταιρῶν· ταὐτὰ δʼ ὄντα γράμματα τὴν προσαγόρευσιν οὐ σφόδρʼ εὔσχημον ποιεῖ.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License