DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
27

ταῦτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε. καὶ κατὰ τὴν Φιλεταίρου Κυνηγίδα παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθʼ ὅτι οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθʼ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον. ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς, ὅσον τὸ μεταξὺ μετὰ κορίσκης μετὰ χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι. βαβαί, στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες. τὸ μὴ σφόδρʼ εἶναι πάνθʼ ἕτοιμα, δεῖν δέ τι ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν· ἡδύ γε νὴ τὸν Δία τὸν μέγιστον. ἔτι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ τοὐλπιανοῦ ἐπιραπίσαι βουληθέντος αὐτὸν εἰς τιμὴν τοῦ Μυρτίλου, φθάσας Μυρτίλος (διήχθρευεν γὰρ τῷ Σύρῳ) ἔφη· οὐχ ὧδʼ ἐμόγησαν ἐλπίδες ὥστʼ ἐχθρῶν συμμαχίαν καλέσαι, φησὶν Καλλίμαχος οὐ γὰρ αὐτάρκεις ἡμεῖς ἀμύνασθαι, Κύνουλκε; ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα, ἐπαρίστερʼ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς, κατὰ τὴν Ἐφίππου Φιλύραν δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι, ὥς τις ἔφη τῶν παρῳδῶν
Kaibel Dialogi Personae
CYNVLCVS
MAGNVS
MYRTILVS
VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License