DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
26

τῶν οὖν μεγαλομίσθων ἑταιρῶν ἀποτρέπω σε, γραμματικώτατε, διότι τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον, ............. Διὸς νόμον· αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον, Ἐπικράτης φησὶν ἐν Ἀντιλαίδι, ἐν δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει· αὕτη δὲ Λαὶς ἀργός ἐστι καὶ πότις, τὸ καθʼ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν μόνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι ἐκ τῶν ὀρῶν πρόβατʼ ἐσθίουσι καὶ λαγὼς μετέωρʼ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος· ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς· κἄπειτα τοῦτʼ εἶναι νομίζεται τέρας. καὶ Λαὶς οὖν ὀρθῶς νομίζοιτʼ ἂν τέρας. αὕτη γὰρ ὁπότʼ ἦν μὲν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δʼ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν· ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν πτύσαι· ἐξέρχεταί τε πανταχόσʼ ἤδη πιομένη, δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον, προσίεται δὲ καὶ γέροντα καὶ νέον· οὕτω δὲ τιθασὸς γέγονεν ὥστʼ, φίλτατε, τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει. μνημονεύει δὲ τῆς Λαίδος καὶ Ἀναξανδρίδης ἐν Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκαταλέγει διὰ τούτων· τὴν ἐκ Κορίνθου Λαίδʼ οἶσθα; Β. πῶς γὰρ οὔ; τὴν ἡμετέρειόν γʼ. Α. ἦν ἐκείνῃ τις φίλη Ἄντεια. Β. καὶ τοῦθʼ ἡμέτερον ἦν παίγνιον. Α. νὴ τὸν Δίʼ, ἤνθει τότε Λαγίσκʼ, ἤνθει τότε καὶ Θεολύτη μάλʼ εὐπρόσωπος καὶ καλή, ὑπέφαινʼ ἐσομένη δʼ Ὤκιμον λαμπρὰ πάνυ.
Kaibel Dialogi Personae
CYNVLCVS

MYRTILVS
Meineke Index Scriptorum
Anaxandrides

Epicrates

Alignment

 

Digital Athenaeus Project     Creative Commons License