καὶ Φιλήμων δὲ ἐν Ἀδελφοῖς προσιστορῶν ὅτι πρῶτος Σόλων διὰ τὴν τῶν νέων ἀκμὴν ἔστησεν ἐπὶ οἰκημάτων γύναια πριάμενος, καθὰ καὶ Νίκανδρος ὁ Κολοφώνιος ἱστορεῖ ἐν τρίτῳ Κολοφωνιακῶν φάσκων αὐτὸν καὶ πανδήμου Ἀφροδίτης ἱερὸν πρῶτον ἱδρύσασθαι ἀφʼ ὧν ἠργυρίσαντο αἱ προστᾶσαι τῶν οἰκημάτων. ἀλλʼ ὅ γε Φιλήμων οὕτως φησί· σὺ δʼ εἰς ἅπαντας εὗρες ἀνθρώπους, Σόλων· σὲ γὰρ λέγουσιν τοῦτʼ ἰδεῖν πρῶτον, μόνον δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ σωτήριον, (καί μοι λέγειν τοῦτʼ ἐστὶν ἁρμοστόν, Σόλων) μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων τούτους τʼ ἔχοντας τὴν ἀναγκαίαν φύσιν ἁμαρτάνοντάς τʼ εἰς ὃ μὴ προσῆκον ἦν, στῆσαι πριάμενόν τοι γυναῖκας κατὰ τόπους κοινὰς ἅπασι καὶ κατεσκευασμένας. ἑστᾶσι γυμναί, μὴ ʼξαπατηθῇς· πάνθʼ ὅρα. οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων ...... .... ἔχεις πως· ἡ θύρα ʼστʼ ἀνεῳγμένη. εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστʼ οὐδὲ εἷς ἀκκισμὸς οὐδὲ λῆρος, οὐδʼ ὑφήρπασεν· ἀλλʼ εὐθὺς ὡς βούλει σὺ χὢν βούλει τρόπον. ἐξῆλθες· οἰμώζειν λέγʼ, ἀλλοτρία ʼστί σοι. καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς καὶ ὁ χαρίεις Ἀριστοφάνης παρασημαίνεται, λέγων τὸν Πελοποννησιακὸν πόλεμον ὅτι Περικλῆς διὰ τὸν Ἀσπασίας ἔρωτα καὶ τὰς ἁρπασθείσας ἀπʼ αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν· πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνας δύο· κἀκεῖθεν ἁρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
|