DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
24

διὸ συμβουλεύω σοι, Θετταλὲ ποικιλόδιφρε, τὰς ἐπὶ τῶν οἰκημάτων ἀσπάζεσθαι καὶ μὴ καταναλίσκειν εἰς οὐδὲν δέον τὰ τῶν υἱῶν κέρματα. ὄντως γὰρ ἄριστα χωλὸς οἰφεῖς, τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίσαντος καὶ διδάξαντος σκύτη βλέπειν. οὐκ οἶδας κατὰ τὴν Εὐβούλου Παννυχίδα τὰς φιλῳδοὺς κερμάτων παλευτρίας, πώλους Κύπριδος ἐξησκημένας, γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας· παρʼ ὧν βεβαίως ἀσφαλῶς τʼ ἔξεστί σοι μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν. καὶ ἐν Ναννίῳ, εἰ Εὐβούλου τὸ δρᾶμα καὶ μὴ Φιλίππου, φησίν· ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ, πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος; ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας, μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν, καὶ μὴ λαθραίαν Κύπριν, αἰσχίστην νόσων πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν. Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω, Κυδίαν ναύαρχον ἐξεπέμψατο. ἐπιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μεγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων· δεινά, δεινὰ κοὐκ ἀνασχετὰ ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι. ὅπου γὰρ οὐσῶν μειράκων μάλʼ εὐπρεπῶν ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθʼ ὁρᾶν εἰληθερούσας, στέρνʼ ἀπημφιεσμένας, γυμνὰς ἐφεξῆς τʼ ἐπὶ κέρως τεταγμένας· ὧν ἔστιν ἐκλεξάμενον τις ἥδεται, λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ, νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ· μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ μηδὲ διʼ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης μηδʼ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ. αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι πατρίδια, τοὺς δʼ ἀπφάρια, τοὺς νεωτέρους. καὶ τῶνδʼ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς, μεθʼ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους· ἃς δʼ οὔτʼ ἰδεῖν ἔστʼ, οὔθʼ ὁρῶντʼ ἰδεῖν σαφῶς, αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον ... δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα ἃς πῶς ποτʼ, δέσποινα ποντία Κύπρι, βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;
Kaibel Dialogi Personae
CYNVLCVS
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License