DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
23

Ἄλεξις δʼ ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἰσοστάσιον τὴν ἑταιρικὴν παρασκευὴν καὶ τὰς διʼ ἐπιτεχνήσεως κομμώσεις τῶν ἑταιρῶν οὕτως ἐκτίθεται· πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τἄλλʼ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ πᾶσιν ἐπιβουλάς. ἐπειδὰν δʼ εὐπορήσωσίν ποτε, ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης· εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι. τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται. μακρά τις· διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσʼ ἐξέρχεται· τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία· ὑπενέδυσʼ ἐρραμένʼ αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει· στηθίʼ ἔστʼ αὐταῖσι τούτων ὧν ἔχουσʼ οἱ κωμικοί· ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔκλυτον τῆς κοιλίας ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθʼ ἀπήγαγον. τὰς ὀφρῦς πυρρὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκʼ εἶναι μέλαιναν· κατέπλασεν ψιμυθίῳ. λευκόχρως λίαν τίς ἐστιν· παιδέρωτʼ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι· τοῦτο γυμνὸν δείκνυται. εὐφυεῖς ὀδόντας ἔσχεν· ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωρῶσʼ οἱ παρόντες τὸ στόμʼ ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις παράκειθʼ ἑκάστοτε, ἡνίκʼ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν· ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητʼ ἄν τε μή. ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.
Kaibel Index Scriptorum
ORACVLA DELPHICA
Kaibel Dialogi Personae
CYNVLCVS

MYRTILVS
Meineke Index Scriptorum
Alexis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License