DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
22

ἐστὶν δʼ ἑταίρα, ὡς Ἀντιφάνης φησὶν ἐν Ἀγροίκῳ, τῷ τρέφοντι συμφορά· εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα. διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμοκλέους ἐν Νεαίρᾳ· ἀλλʼ ἔγωγʼ δυστυχὴς Φρύνης ἐρασθείς, ἡνίκʼ ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τʼ εἶχεν ὅσαπερ νῦν ἔχει, πάμπολλʼ ἀναλίσκων ἐφʼ ἑκάστῳ τῆς θύρας ἀπεκλειόμην. καὶ ἐν τῷ ἐπιγραφομένῳ δʼ Ὀρεσταυτοκλείδης αὐτὸς Τιμοκλῆς φησι· περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον. τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων· τυφλὸς Πλοῦτος εἶναί μοι δοκεῖ, ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται, παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου ἔνδον κάθητʼ ἀπόπληκτος οὐδʼ ἐξέρχεται.
Kaibel Dialogi Personae
CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License