DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
20

ἐπαινῶ δὲ καὶ αὐτὸς τὸ κάλλος. καὶ γὰρ ἐν ταῖς Εὐανδρίαις τοὺς καλλίστους ἐγκρίνουσι καὶ τούτους πρωτοφορεῖν ἐπιτρέπουσιν. ἐν Ἤλιδι δὲ καὶ κρίσις γίνεται κάλλους, καὶ τῷ πρώτῳ τὰ τῆς θεοῦ φέρειν τεύχη δίδοται, τῷ δὲ δευτέρῳ τὸν βοῦν ἄγειν, δὲ τρίτος τὰς θυηλὰς ἐπιτίθησιν. Ἡρακλείδης δʼ Λέμβος ἱστορεῖ ὅτι κατὰ τὴν Σπάρτην θαυμάζεται μᾶλλον ... ἀνὴρ κάλλιστος καὶ γυνὴ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης τὰς γυναῖκας. διὸ καὶ φασὶν Ἀρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαι τοὺς ἐφόρους αὐτόν, ἐπιλέγοντας ὅτι βασιλίσκους ἀντὶ βασιλέων τᾷ Σπάρτᾳ γεννᾶν προαιρεῖται. Εὐριπίδης τε ἔφη· πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος ... καὶ οἱ παρʼ Ὁμήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς Ἑλένης τὸ κάλλος φασίν· οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν. ἐκπέπληκται οὖν καὶ αὐτὸς Πρίαμος ἐπὶ τῷ κάλλει τῆς γυναικὸς καίτοι ἐν δεινοῖς ὑπάρχων. θαυμάζει γοῦν ἐπὶ κάλλει τὸν Ἀγαμέμνονα τοιαῦτα ἐκφωνῶν· καλὸν δʼ οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖσιν οὐδʼ οὕτω γεραρόν· βασιλῆι δὲ ἀνδρὶ ἔοικεν. καθίστων δὲ καὶ πολλοὶ τοὺς καλλίστους βασιλέας, ὡς μέχρι νῦν οἱ Ἀθάνατοι καλούμενοι Αἰθίοπες, ὥς φησι Βίων ἐν Αἰθιοπικοῖς ὡς ἔοικε γάρ, τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστιν. θεαὶ περὶ κάλλους ἤρισαν πρὸς ἀλλήλας, καὶ διὰ κάλλος οἱ θεοὶ ἀνηρείψαντο Διὶ οἰνοχόον τὸν Γανυμήδη· κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείῃ. αἱ θεαὶ δὲ τίνας ἀναρπάζουσιν; οὐ τοὺς καλλίστους; οἷς καὶ σύνεισιν· Ἠὼς μὲν Κεφάλῳ καὶ Κλείτῳ καὶ Τιθωνῷ, Δημήτηρ Ἰασίωνι, Ἀφροδίτη Ἀγχίσῃ καὶ Ἀδώνιδι. διὰ κάλλος δὲ καὶ μέγιστος τῶν θεῶν διὰ κεράμων χρυσὸς ἔρχεται, ταῦρος γίνεται, ἀετὸς πτεροῦται πολλάκις, ὥσπερ καὶ ἐπʼ Αἰγίνῃ. Σωκράτης δʼ φιλόσοφος πάντων καταφρονῶν τοῦ Ἀλκιβιάδου κάλλους οὐχ ἥττων ἐστίν; ὡς καὶ σεμνότατος Ἀριστοτέλης τοῦ Φασηλίτου μαθητοῦ. ἡμεῖς δʼ οὐχὶ καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν; ... ἐπαινοῦντες τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις. ἐν Χίῳ δὲ τῇ νήσῳ καὶ βαδίζειν ἥδιστόν ἐστιν ἐπὶ τὰ γυμνάσια καὶ τοὺς δρόμους καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις.
Kaibel Dialogi Personae
MYRTILVS

CYNVLCVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License