DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
19

δὲ σοφὸς ἐκεῖνος Ζήνων, ὥς φησιν Ἀντίγονος Καρύστιος, προμαντευόμενος ὑμῶν, ὡς τὸ εἰκός, περὶ τοῦ βίου καὶ τῆς προσποιητοῦ ἐπιτηδεύσεως ἔφη ὡς οἱ παρακούσαντες αὐτοῦ τῶν λόγων καὶ μὴ συνέντες ἔσονται ῥυπαροὶ καὶ ἀνελεύθεροι, καθάπερ οἱ τῆς Ἀριστίππου παρενεχθέντες αἱρέσεως ἄσωτοι καὶ θρασεῖς. καὶ δὴ τοιοῦτοι ὑμῶν εἰσιν οἱ πλεῖστοι, συνεσπασμένοι καὶ κακοπινεῖς οὐ μόνον τοῖς ἤθεσιν ἀλλὰ καὶ ἕξει. βουλόμενοι γὰρ ἐνδύεσθαι τὴν αὐτάρκειαν καὶ τὴν εὐτέλειαν εὑρίσκεσθε ἐπὶ ταῖς τῆς φιλαργυρίας θύραις ῥυπαρῶς ζῶντες καὶ τριβωνάρια περιβαλλόμενοι μικρὰ καὶ τῶν ἥλων ἐμπιπλάντες τὰ καττύματα καὶ κιναίδους καλοῦντες τοὺς μύρου προσβάλλοντας μικρῷ μαλακωτέραν ἠμφιεσμένους ἐσθῆτα. οὐ δεῖ οὖν οὕτως ἐσταλμένους περὶ ἀργύριον ἐπτοῆσθαι καὶ ἐρωμένους περιάγεσθαι ξυρουμένους τὴν ὑπήνην καὶ τὸν ὄρρον τοὺς ἀκολουθοῦντας ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία, λεπτῶν, ἀσίτων, σκυτίνων, κατὰ τὸν Ἀντιφάνην
Kaibel Index Scriptorum
ANTIGONVS
ANTIPHANES
CHRYSIPPVS
ZENO
Kaibel Dialogi Personae
MYRTILVS

Meineke Index Scriptorum
Antigonus
Antiphanes
Zeno

Alignment

 

Digital Athenaeus Project     Creative Commons License