DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
18

ὑμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς ἐρωμένους· τοῦ ξύρεσθαι τὸν πώγωνα κατʼ Ἀλέξανδρον εὑρημένου, ὥς φησιν ὑμῶν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς. οὐκ ἀκαίρως δʼ, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως· χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. λέγει δὲ οὕτως φιλόσοφος· τὸ ξύρεσθαι τὸν πώγωνα κατʼ Ἀλέξανδρον προῆκται, τῶν προτέρων οὐ χρωμένων αὐτῷ. καὶ γὰρ Τιμόθεος αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχειν Κόρσην. διὸ καὶ Ἄλεξις ἔφη που· ἂν πιττοκοπούμενόν τινʼ ξυρούμενον ὁρᾷς, τοῦτον ἔχει τι θάτερον· γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν. τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν; διʼ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθʼ ὑπονοεῖς; Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν· μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα; ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ἱππόπορνος, νῦν δʼ εὑρηκέναι. ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδʼ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας ξύρεσθαι. ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ. καὶ ταῦτα μὲν θαυμάσιος εἴρηκε Χρύσιππος.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License