DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
16

Ἡγήσανδρος δʼ ἐν τοῖς Ὑπομνήμασι τῶν ἡδυσμάτων φησὶν ἐρᾶν πάντας, οὐ τῶν κρεῶν οὐδὲ τῶν ἰχθύων· ἀπογενομένων γοῦν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδʼ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων. καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. πρὸς ἀλήθειαν γάρ, καθάπερ φησὶ Κλέαρχος ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν, Λυκοφρονίδην εἰρηκέναι φησίν· οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων καλὸν τὸ πρόσωπον, ἐὰν μὴ κόσμιον πεφύκῃ. γὰρ αἰδὼς ἄνθος ἐπισπείρει. καὶ Ἀριστοτέλης δὲ ἔφη τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος τῶν ἐρωμένων ἀποβλέπειν τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδῶ κατοικεῖν. Σοφοκλῆς δέ που περὶ τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν Ἱπποδάμειάν φησιν· τοιάνδʼ ἐν ὄψει λύγγα θηρατηρίαν ἔρωτος, ἀστραπήν τινʼ ὀμμάτων ἔχει· θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δʼ ἐμέ, ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.
Kaibel Dialogi Personae
MYRTILVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License