τούτων τῶν Ἀλέξιδος ἀπομνημονεύσας ὁ Μυρτίλος κᾆτα ἀποβλέψας εἰς τοὺς τὰ τῆς στοᾶς αἱρουμένους τὰ Ἑρμείου τοῦ Κουριέως ἐκ τῶν Ἰάμβων προειπών· ἀκούσατʼ, ὦ στοίακες, ἔμποροι λήρου, λόγων ὑποκριτῆρες, οἳ μόνοι πάντα τἀν τοῖς πίναξι, πρίν τι τῷ σοφῷ δοῦναι, αὐτοὶ καταρροφεῖτε κᾆθʼ ἁλίσκεσθε ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε, παιδοπῖπαι ὄντες καὶ τοῦτο μόνον ἐζηλωκότες τὸν ἀρχηγὸν ὑμῶν τῆς σοφίας Ζήνωνα τὸν Φοίνικα, ὃς οὐδέποτε γυναικὶ ἐχρήσατο, παιδικοῖς δʼ αἰεί, ὡς Ἀντίγονος ὁ Καρύστιος ἱστορεῖ ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ θρυλεῖτε γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν· οἵτινες μέχρι ὀκτὼ καὶ εἴκοσι ἐτῶν δεῖν λέγοντες συνέχειν τοὺς ἐρωμένους. — καί μοι δοκεῖ Ἀρίστων ὁ Κεῖος ὁ περιπατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν Ἐρωτικῶν Ὁμοίων πρός τινα Ἀττικόν, μέγαν τινὰ κατὰ τὴν ἡλικίαν ἐπιδεικνύντα ὡς καλόν, ᾧ Δῶρος ἦν ὄνομα· τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρʼ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν· ἦ ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.
|