DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
14

(Θεόφραστος δʼ ἐν τῷ Ἐρωτικῷ Χαιρήμονά φησι τὸν τραγικὸν λέγειν, ὡς τὸν οἶνον τῶν χρωμένων τοῖς τρόποις κεράννυσθαι, οὕτως καὶ τὸν Ἔρωτα· ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταράττων χαλεπώτατος ..... διόπερ ποιητὴς οὗτος οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησι δίδυμα γὰρ τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπʼ εὐαίωνι τύχᾳ, τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς.) δʼ αὐτὸς οὗτος ποιητὴς καὶ περὶ τῶν ἐρώντων ἐν τῷ ἐπιγραφομένῳ Τραυματίᾳ φησὶν οὕτως· τίς οὐχί φησι τοὺς ἐρῶντας ζῆν μόνους, οὓς δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους εἶναι πονεῖν τε δυναμένους τοῖς σώμασιν μάλιστα προσεδρεύειν τʼ ἀρίστους τῷ πόθῳ, ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους. Θεόφιλος δʼ ἐν τῷ Φιλαύλῳ· τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν; πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος. εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, καταλείπετʼ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι. ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν; κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς· ἥν ἐστʼ ἰδεῖν ἥδιον τὸ θεωρικὸν ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε. Ἀριστοφῶν δὲ ἐν Πυθαγοριστῇ· εἶτʼ οὐ δικαίως ἔστʼ ἀπεψηφισμένος ὑπὸ τῶν θεῶν τῶν δώδεκʼ εἰκότως τʼ Ἔρως; ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις, ὅτʼ ἦν μετʼ αὐτῶν. ὡς δὲ λίαν ἦν θρασὺς καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά, ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦρʼ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων. περὶ δὲ τοῦ ἐρᾶν Ἄμφις ἐν Διθυράμβῳ φησίν τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ, ὡς ἔστʼ ἐραστὴς ὅστις ὡραῖον φιλῶν τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς; ἄφρων γʼ ἀληθῶς. οὔτε τοῦτο πείθομαι οὔθʼ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. Ἄλεξις Ἑλένῃ· ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων ἐρᾷ, τὸν ἄλλον δʼ οὐδὲ γινώσκει λόγον, τῆς ἡδονῆς ἐστʼ, οὐχὶ τῶν φίλων φίλος, ἀδικεῖ τε τὸν Ἔρωτʼ ἐμφανῶς θνητὸς θεόν, ἄπιστον αὐτὸν πᾶσι τοῖς ἄλλοις ποιῶν.
Kaibel Dialogi Personae
PLVTARCHVS

MYRTILVS
ANONYMI

Alignment

 

Digital Athenaeus Project     Creative Commons License