DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
13

τούτων λεχθέντων Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου Ἀλέξιδος· πορευομένῳ δʼ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι. καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δʼ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. ἐστὶν γὰρ οὔτε θῆλυς οὔτʼ ἄρσην, πάλιν οὔτε θεὸς οὔτʼ ἄνθρωπος, οὔτʼ ἀβέλτερος οὔτʼ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος πανταχόθεν ἑνὶ τύπῳ τε πόλλʼ εἴδη φέρων. τόλμα μὲν γὰρ ἀνδρός, δὲ δειλία γυναικός, δʼ ἄνοια μανίας, δὲ λόγος φρονοῦντος, σφοδρότης δὲ θηρός, δὲ πόνος ἀδάμαντος, φιλοτιμία δὲ δαίμονος. καὶ ταῦτʼ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς, οὐκ οἶδʼ τι ἐστίν, ἀλλʼ ὅμως ἔχει γέ τι τοιοῦτον, ἐγγύς τʼ εἰμὶ τοὐνόματος. Εὔβουλος δʼ Ἀραρὼς ἐν Καμπυλίωνι· τίς ἦν γράψας πρῶτος ἀνθρώπων ἄρα κηροπλαστήσας Ἔρωθʼ ὑπόπτερον; ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλʼ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ. ἐστὶν γὰρ οὔτε κοῦφος οὔτε ῥᾴδιος ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺς δὲ κομιδῇ. πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα; λῆρος, εἰ κὰν φήσειέ τις. Ἄλεξις δʼ ἐν Ἀποκοπτομένῳ· λέγεται γὰρ λόγος ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὸν θεὸν τὸν Ἔρωτα, τοὺς δʼ ἐρῶντας· αἰτίαν δʼ ἔχειν ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.
Kaibel Dialogi Personae
PLVTARCHVS

PONTIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License