DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
11

ἐπὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους. καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι· ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ᾀσμάτων, ὧν ἦν καὶ τάδε παίδευμα δʼ Ἔρως σοφίας ἀρετῆς πλεῖστον ὑπάρχειν, καὶ προσομιλεῖν οὗτος δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς. καὶ παρὰ λυπῶν τέρψιν τινʼ ἔχων εἰς ἐλπίδʼ ἄγει. τοῖς δʼ ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρίς τʼ ἀγρίων ναίοιμι τρόπων. τὸ δʼ ἐρᾶν προλέγω τοῖσι νέοισιν μή ποτε φεύγειν, χρῆσθαι δʼ ὀρθῶς, ὅταν ἔλθῃ. καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν. ἕτερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε· σὺ δʼ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως, μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει. καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ, μὴ δρῶν δʼ ὑπʼ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.
Kaibel Index Scriptorum
EVRIPIDES

ZENO
Kaibel Dialogi Personae
ANONYMI

PONTIANVS
Meineke Index Scriptorum
Euripides
Pindarus

Zeno

Alignment

 

Digital Athenaeus Project     Creative Commons License