DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
1

Ἀντιφάνης κωμῳδιοποιός, ἑταῖρε Τιμόκρατες, ὡς ἀνεγίνωσκέ τινα τῷ βασιλεῖ Ἀλεξάνδρῳ τῶν ἑαυτοῦ κωμῳδιῶν, δὲ δῆλος ἦν οὐ πάνυ τι ἀποδεχόμενος, δεῖ γάρ, ἔφησεν, βασιλεῦ, τὸν ταῦτα ἀποδεξόμενον ἀπὸ συμβόλων τε πολλάκις δεδειπνηκέναι καὶ περὶ ἑταίρας πλεονάκις καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς, ὥς φησι Λυκόφρων Χαλκιδεὺς ἐν τοῖς περὶ Κωμῳδίας ἡμεῖς οὖν τὸν περὶ ἐρωτικῶν λόγον ἐνταῦθα μέλλοντες κατατάττειν (ἐγένοντο γὰρ καὶ περὶ γαμετῶν καὶ ἑταιρῶν πολλάκις λόγοι) εἰδόσιν ἐκτιθέμενοι τὴν ἱστορίαν τῶν Μουσῶν τὴν Ἐρατὼ ἐπικαλεσάμενοι εἰς μνήμην ἡμῖν ἰέναι τὸν ἐρωτικὸν ἐκεῖνον κατάλογον, ἐντεῦθεν τὴν καταρχὴν ποιησόμεθα· εἰ δʼ ἄγε νῦν, Ἐρατώ, πάρ θʼ ἵστασο καί μοι ἔνισπε, τίνες λόγοι περὶ αὐτοῦ τοῦ ἔρωτος καὶ τῶν ἐρωτικῶν ἐλέχθησαν.
Kaibel Index Scriptorum
LYCOPHRO

APOLLONIVS
HERMIPPVS
Kaibel Dialogi Personae
TIMOCRATI

LARENSIS
Meineke Index Scriptorum
Antiphanes
Lycophron

Apollonius
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License