DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
9

Κλέαρχος δὲ Σολεὺς ἐν τετάρτῳ Βίων προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ μόνων ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν δορυφορούντων τρυφῆς εἰς ὅσον ἦλθον ἀνανδρίας ὑπόμνημα. δύναται γάρ, ὡς ἔοικεν, παράκαιρος ἅμα καὶ μάταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρτας ἀποφαίνειν. καὶ προελθὼν δὲ γράφει· τοῖς γοῦν πορίσασί τι αὐτῷ ἡδὺ βρῶμα διδοὺς ἆθλα τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων ταῦτα τιμαῖς παρετίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύειν αὐτῶν, νοῦν οὐκ ἔχων· τοῦτο μὲν γάρ ἐστιν λεγόμενος, οἶμαι, καὶ Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος. Χάρης δʼ Μιτυληναῖος ἐν τῇ πέμπτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν εἰς τοῦτο, φησίν, ἧκον τρυφῆς οἱ τῶν Περσῶν βασιλεῖς ὥστε ἔχεσθαι τῆς βασιλικῆς κλίνης ὑπὲρ κεφαλῆς οἴκημά τι πεντάκλινον, ἐν χρυσίου πεντακισχίλια διὰ παντὸς ἔκειτο τάλαντα, καὶ τοῦτο ἐκαλεῖτο προσκεφάλαιον βασιλικόν. καὶ πρὸς ποδῶν ἕτερον οἴκημα τρίκλινον, οὗ τάλαντα τρισχίλια ἔκειτο ἀργυρίου, καὶ προσηγορεύετο βασιλικὸν ὑποπόδιον. ἦν δʼ ἐν τῷ κοιτῶνι καὶ λιθοκόλλητος ἄμπελος χρυσῆ ὑπὲρ τῆς κλίνης (τὴν δʼ ἄμπελον ταύτην Ἀμύντας φησὶν ἐν τοῖς Σταθμοῖς καὶ βότρυας ἔχειν ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους) οὐ μακράν τε ταύτης ἀνακεῖσθαι κρατῆρα χρυσοῦν Θεοδώρου τοῦ Σαμίου ποίημα. Ἀγαθοκλῆς δʼ ἐν τρίτῳ περὶ Κυζίκου ἐν Πέρσαις φησὶν εἶναι καὶ τὸ χρυσοῦν καλούμενον ὕδωρ. εἶναι δὲ τοῦτο λιβάδας ἑβδομήκοντα, καὶ μηδένα πίνειν ἀπʼ αὐτοῦ μόνον βασιλέα καὶ τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων· τῶν δʼ ἄλλων ἐάν τις πίῃ, θάνατος ζημία.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License