DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
81

ἐν μανίᾳ δὲ τρυφὴν ἡδίστην γενομένην οὐκ ἀηδῶς Ποντικὸς Ἡρακλείδης διηγεῖται ἐν τῷ περὶ Ἡδονῆς οὕτως γράφων· Αἰξωνεὺς Θράσυλλος Πυθοδώρου διετέθη ποτὲ ὑπὸ μανίας τοιαύτης ὡς πάντα τὰ πλοῖα τὰ εἰς τὸν Πειραιᾶ καταγόμενα ὑπολαμβάνειν ἑαυτοῦ εἶναι, καὶ ἀπεγράφετο αὐτὰ καὶ ἀπέστελλε καὶ διῴκει καὶ καταπλέοντα ἀπεδέχετο μετὰ χαρᾶς τοσαύτης ὅσησπερ ἄν τις ἡσθείη τοσούτων χρημάτων κύριος ὤν. καὶ τῶν μὲν ἀπολομένων οὔτε ἐπεζήτησεν, τοῖς δὲ σῳζομένοις ἔχαιρεν καὶ διῆγεν μετὰ πλείστης ἡδονῆς. ἐπεὶ δὲ ἀδελφὸς αὐτοῦ Κρίτων ἐκ Σικελίας ἐπιδημήσας συλλαβὼν αὐτὸν παρέδωκεν ἰατρῷ καὶ τῆς μανίας ἐπαύσατο, διηγεῖτο ..., οὐδεπώποτε φάσκων κατὰ τὸν βίον ἡσθῆναι πλείονα· λύπην μὲν γὰρ οὐδʼ ἡντινοῦν αὐτῷ παραγίνεσθαι, τὸ δὲ τῶν ἡδονῶν πλῆθος ὑπερβάλλειν.
Kaibel Index Scriptorum
ARCHELAVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Archelaus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License