DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
8

διαβόητοι δὲ ἐπὶ τρυφῇ ἐγένοντο πρῶτοι πάντων ἀνθρώπων ΠΕΡΣΑΙ, ὧν καὶ οἱ βασιλεῖς ἐχείμαζον μὲν ἐν Σούσοις, ἐθέριζον δὲ ἐν Ἐκβατάνοις. κληθῆναι δὲ τὰ Σοῦσά φησιν Ἀριστόβουλος καὶ Χάρης διὰ τὴν ὡραιότητα τοῦ τόπου· σοῦσον γὰρ εἶναι τῇ Ἑλλήνων φωνῇ τὸ κρίνον. ἐν Περσεπόλει δὲ διατρίβουσι τὸ φθινόπωρον καὶ ἐν Βαβυλῶνι τὸ λεῖπον τοῦ ἐνιαυτοῦ μέρος. καὶ οἱ Πάρθων δὲ βασιλεῖς ἐαρίζουσι μὲν ἐν Ῥάγαις, χειμάζουσι δὲ ἐν Βαβυλῶνι, ...... τὸ λεῖπον τοῦ ἐνιαυτοῦ. καὶ τὸ παράσημον δὲ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς οὐδʼ αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν. κατεσκευάζετο γάρ, ὥς φησι Δίνων, ἐκ σμύρνης καὶ τοῦ καλουμένου λαβύζου. εὐῶδες δʼ ἐστὶν λάβυζος καὶ πολυτιμότερον τῆς σμύρνης. ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι, φησί, βασιλεύς, οὔτε καθήλλετο ὀλίγου ὄντος ἐπὶ τὴν γῆν τοῦ ὕψους οὔτε διὰ χειρῶν ἐρειδόμενος, ἀλλʼ αἰεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο καὶ τούτῳ ἐπιβαίνων κατῄει· καὶ βασιλέως διφροφόρος εἰς τοῦτο εἵπετο. φυλάσσουσί τε αὐτὸν καὶ τριακόσιαι γυναῖκες, ὡς ἱστορεῖ Κυμαῖος Ἡρακλείδης ἐν αʹ Περσικῶν αὗται δὲ τὰς μὲν ἡμέρας κοιμῶνται, ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς δὲ νυκτὸς ᾄδουσαι καὶ ψάλλουσαι διατελοῦσι λύχνων καιομένων· χρῆται δὲ αὐταῖς καὶ παλλακίσιν βασιλεὺς ..... διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. ἦσαν δὲ οὗτοι τῶν δορυφόρων καὶ τῷ γένει πάντες Πέρσαι, ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀριθμόν, ἀριστίνδην ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν Ἀθανάτων καλουμένων. καὶ διῄει διὰ τῆς τούτων αὐλῆς πεζὸς ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφʼ ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν βασιλεύς. ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ τὸ ἅρμα, ἐνίοτε δὲ καὶ ἐφʼ ἵππον· πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων. εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συνεξῄεσαν. δὲ θρόνος ἐφʼ ἐχρημάτιζεν καθήμενος χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθοκόλλητοι χρυσοῖ, ἐφʼ ὧν διετέτατο ἱμάτιον ποικίλον πορφυροῦν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License