DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
78

ἔθος δʼ ἦν Ἀθήνησι καὶ τοὺς πόδας τῶν τρυφώντων ἐναλείφειν μύροις, ὡς Κηφισόδωρος μὲν ἐν Τροφωνίῳ φησίν· ἔπειτʼ ἀλείφεσθαι τὸ σῶμά μοι πρίω μύρον ἴρινον καὶ ῥόδινον, ἄγαμαι, Ξανθία· καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν. Εὔβουλος δʼ ἐν Σφιγγοκαρίωνι· ἐν θαλάμῳ μαλακῶς κατακείμενον· ἐν δὲ κύκλῳ νιν παρθενικαὶ τρυφεραί, χλιδαναὶ μάλα καὶ κατάθρυπτοι, τὸν πόδʼ ἀμαρακίνοισι μύροις τρίψουσι τὸν ἐμόν. ἐν δὲ Προκρίδι λέγει τις πῶς δεῖ ἐπιμελεῖσθαι τοῦ τῆς Προκρίδος κυνὸς ὡς περὶ ἀνθρώπου τοῦ κυνὸς τὸν λόγον ποιούμενος· οὔκουν ὑποστορεῖτε μαλακῶς τῷ κυνί; κάτω μὲν ὑποβαλεῖτε τῶν Μιλησίων ἐρίων, ἄνωθεν δʼ ἐπιβαλεῖτε ξυστίδα. Β. Ἄπολλον. Α. εἶτα χόνδρον αὐτῷ δεύσετε γάλακτι χηνός. Β. Ἡράκλεις. Α. καὶ τοὺς πόδας ἀλείψετʼ αὐτοῦ τῷ Μεγαλλείῳ μύρῳ. Ἀντιφάνης δὲ ἐν μὲν Ἀλκήστιδι ἐλαίῳ τινὰ ποιεῖ χριόμενον τοὺς πόδας. ἐν δὲ Μητραγύρτῃ φησί· τήν τε παῖδʼ ἀλείμματα παρὰ τῆς θεοῦ λαβοῦσαν εἶτα τοὺς πόδας ἐκέλευʼ ἀλείφειν πρῶτον, εἶτα τὰ νόνατα. ὡς θᾶττον παῖς δʼ ἥψατʼ αὐτοῦ τῶν ποδῶν ἔτριψέ τʼ, ἀνεπήδησεν. καὶ ἐν Ζακύνθῳ· εἶτʼ οὐ δικαίως εἰμὶ φιλογύνης ἐγὼ καὶ τὰς ἑταίρας ἡδέως πάσας ἔχω; τουτὶ γὰρ αὐτὸ πρῶτον σὺ ποεῖς παθεῖν, μαλακαῖς καλαῖς τε χερσὶ τριφθῆναι πόδας, πῶς οὐχὶ σεμνόν ἐστιν; καὶ ἐν Θορικίοις· λοῦται δʼ ἀληθῶς· ἀλλὰ τί; Β. ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη, φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία, σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα, ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην, ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα ... Ἀναξανδρίδης δὲ ἐν Πρωτεσιλάῳ· μύρῳ δὲ παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου, νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου. καὶ τὸν ἐπὶ Θεμιστοκλέους δὲ βίον Τηλεκλείδης ἐν Πρυτάνεσιν ἁβρὸν ὄντα παραδίδωσι. Κρατῖνός τʼ ἐν Χείρωσι τὴν τρυφὴν ἐμφανίζων τὴν τῶν παλαιτέρων φησίν· ἁπαλὸν δὲ σισύμβριον ῥόδον κρίνον παρʼ οὖς ἐθάκει· μετὰ χερσὶ δὲ μῆλον ἕκαστος ἔχων σκίπωνά τʼ ἠγόραζον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License