DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
75

πόσῳ οὖν κάλλιόν ἐστιν, ἀγαθὲ Τιμόκρατες, πενόμενον εἶναι λεπτότερον ὧν καταλέγει Ἕρμιππος ἐν Κέρκωψιν ὑπερπλουτοῦντας τῷ Ταναγραίῳ κήτει ἐοικέναι, καθάπερ οἱ προειρημένοι ἄνδρες. φησὶ δʼ οὕτως Ἕρμιππος πρὸς τὸν Διόνυσον τὸν λόγον ποιούμενος· νῦν οἱ γὰρ πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βούδια, Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος. καὶ Ἀριστοφάνης δʼ ἐν Γηρυτάδῃ λεπτοὺς τούσδε καταλέγει, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Ἅιδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητὰς λέγων οὑτωσί· καὶ τίς νεκρῶν κευθμῶνα καὶ σκότου πύλας ἔτλη κατελθεῖν; Β. ἕνα γὰρ ἀφʼ ἑκάστης τέχνης εἱλόμεθα κοινῇ γενομένης ἐκκλησίας, οὓς ᾖσμεν ὄντας ᾁδοφοίτας καὶ θαμὰ ἐκεῖσε φιλοχωροῦντας. Α. εἰσὶ γάρ τινες ἄνδρες παρʼ ὑμῖν ᾁδοφοῖται; Β. νὴ Δία μάλιστά γʼ, ὥσπερ Θρᾳκοφοῖται. πάντʼ ἔχεις. Α. καὶ τίνες ἂν εἶεν; Β. πρῶτα μὲν Σαννυρίων ἀπὸ τῶν τρυγῳδῶν, ἀπὸ δὲ τῶν τραγικῶν χορῶν Μέλητος, ἀπὸ δὲ τῶν κυκλίων Κινησίας. εἶθʼ ἑξῆς φησιν· ὡς σφόδρʼ ἐπὶ λεπτῶν ἐλπίδων ὠχεῖσθʼ ἄρα· τούτους γάρ, ἢν πολλῷ ξυνέλθῃ, ξυλλαβὼν τῆς διαρροίας ποταμὸς οἰχήσεται. περὶ δὲ τοῦ Σαννυρίωνος καὶ Στράττις ἐν Ψυχασταῖς φησιν· Σαννυρίωνος σκυτίνην ἐπικουρίαν. περὶ δὲ Μελήτου αὐτὸς Σαννυρίων ἐν Γέλωτι λέγει οὕτως· Μέλητον τὸν ἀπὸ Ληναίου νεκρόν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License