DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
74

Ἀγαθαρχίδης δʼ ἐν τῇ ἑκκαιδεκάτῃ Εὐρωπιακῶν ΜΑΓΑΝ φησὶ τὸν Κυρήνης βασιλεύσαντα ἔτη πεντήκοντα ἀπολέμητον γενόμενον καὶ τρυφῶντα κατάσαρκον γενέσθαι ἐκτόπως τοῖς ὄγκοις κατὰ τὸν ἔσχατον καιρὸν καὶ ὑπὸ τοῦ πάχους ἀποπνιγῆναι διʼ ἀργίαν σώματος καὶ τῷ προσφέρεσθαι πλῆθος τροφῆς. παρὰ δὲ Λακεδαιμονίοις αὐτὸς ἱστορεῖ διὰ τῆς ἑβδόμης καὶ εἰκοστῆς οὐ τῆς τυχούσης ἀδοξίας νομίζεσθαι, εἴ τις ἦν τὸ σχῆμα ἀνανδρότερον ἔχων τὸν ὄγκον τοῦ σώματος προπετῆ ἐφαίνετο, γυμνῶν κατὰ δέκα ἡμέρας παρισταμένων τοῖς ἐφόροις τῶν νέων. κἀφεώρων δʼ οἱ ἔφοροι καὶ καθʼ ἑκάστην ἡμέραν καὶ τὰ περὶ τὴν ἔνδυσιν καὶ τὴν στρωμὴν τῶν νέων· εἰκότως. καὶ γὰρ ὀψοποιοὶ ἦσαν παρὰ Λακεδαιμονίοις κρέως σκευασίας, ἄλλου δʼ οὐδενός. κἀν τῇ δὲ ἑβδόμῃ καὶ εἰκοστῇ Ἀγαθαρχίδης ἔφη ὡς Λακεδαιμόνιοι ΝΑΥΚΛΕΙΔΗΝ τὸν Πολυβιάδου παντελῶς ὑπερσαρκοῦντα τῷ σώματι καὶ παχὺν διὰ τρυφὴν γενόμενον καταβιβάσαντες εἰς μέσην τὴν ἐκκλησίαν καὶ Λυσάνδρου πολλὰ ὀνειδίσαντος ἐν τῷ κοινῷ ὡς τρυφῶντι παρʼ ὀλίγον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀπειλήσαντες τοῦτο ποιήσειν, εἰ μὴ τὸν βίον ἐπανορθώσοιτο· εἰπόντος τοῦ Λυσάνδρου ὅτι καὶ Ἀγησίλαος, ὅτε διέτριβεν περὶ τὸν Ἑλλήσποντον πολεμῶν τοῖς βαρβάροις, ὁρῶν τοὺς Ἀσιαγενεῖς ταῖς μὲν στολαῖς πολυτελῶς ἠσκημένους, τοῖς σώμασιν δʼ οὕτως ἀχρείους ὄντας, γυμνοὺς πάντας ἐκέλευσε τοὺς ἁλισκομένους ἐπὶ τὸν κήρυκα ἄγειν καὶ χωρὶς πωλεῖν τὸν τούτων ἱματισμόν, ὅπως οἱ σύμμαχοι γιγνώσκοντες διότι πρὸς μὲν ἆθλα μεγάλα, πρὸς δʼ ἄνδρας εὐτελεῖς ἀγὼν συνέστηκε, προθυμότερον ταῖς ψυχαῖς ὁρμῶσιν ἐπὶ τοὺς ἐναντίους. καὶ ΠΥΘΩΝ δʼ Βυζάντιος ῥήτωρ, ὡς Λέων ἱστορεῖ πολίτης αὐτοῦ, πάνυ ἦν παχὺς τὸ σῶμα· καί Βυζαντίοις ποτε στασιάζουσι πρὸς ἀλλήλους τοῖς πολίταις παρακαλῶν εἰς φιλίαν ἔλεγεν· ὁρᾶτέ με, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα· ἀλλὰ καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχυτέραν. ὅταν οὖν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται· ἐὰν δὲ στασιάσωμεν, οὐδὲ σύμπασα οἰκία.
Kaibel Index Scriptorum
AGATHARCHIDES

LEO
POSIDONIVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Agatharchides
Posidonius

Leo

Alignment

 

Digital Athenaeus Project     Creative Commons License