DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
71

πόσῳ γὰρ τούτων βελτίων Γοργίας Λεοντῖνος, περὶ οὗ φησιν αὐτὸς Κλέαρχος ἐν τῷ ὀγδόῳ τῶν Βίων, ὅτι διὰ τὸ σωφρόνως ζῆν σχεδὸν ρʹ ἔτη τῷ φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας. Δημήτριος δὲ Βυζάντιος ἐν τετάρτῳ περὶ Ποιημάτων Γοργίας, φησίν, Λεοντῖνος ἐρωτηθεὶς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλείω τῶν ρʹ ἐτῶν, ἔφη τὸ μηθὲν πώποτε ἑτέρου ἕνεκεν πεποιηκέναι. Ὦχος δὲ πολλῷ χρόνῳ τὴν βασιλείαν καὶ τὴν λοιπὴν περὶ τὸν βίον χορηγίαν διαρκῆ κτησάμενος, ὡς τελευτῶντος ἠρώτησεν πρεσβύτατος τῶν υἱῶν τί πράσσων τοσαῦτʼ ἔτη διαφυλάξειεν τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτο μιμοῖτο, τὰ δίκαια πράττων, εἶπε, πρὸς ἅπαντας ἀνθρώπους καὶ θεούς. Καρύστιος δʼ Περγαμηνὸς ἐν Ἱστορικοῖς Ὑπομνήμασιν Κηφισόδωρος, φησίν, Θηβαῖος Πολύδωρον τὸν Τήιον ἰατρὸν Ἀντιπάρῳ συσσιτεῖν ψιλοτάπιδα ἔχοντι κρικωτὴν καθάπερ τοὺς στρωματεῖς εὐτελῆ, ἐφʼ ἧς κατακεῖσθαι, κάδους δὲ χαλκοῦς καὶ ποτήρια ὀλίγα· γεγονέναι γὰρ ὀλιγοδίαιτον καὶ τρυφῆς ἀλλότριον.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License