DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
70

περὶ δὲ ΑΝΑΞΑΡΧΟΥ Κλέαρχος Σολεὺς ἐν πέμπτῳ Βίων οὕτω γράφει· τῷ εὐδαιμονικῷ καλουμένῳ Ἀναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἄγνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ᾠνοχόει παιδίσκη πρόσηβος προκριθεῖσα διαφέρειν ὥρᾳ τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν. δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι μήτε τοῖς φυράμασιν τρίβων ἐμπνέοι. διὸ πρεπόντως ἄν τις εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ τὰ ἐκ τοῦ Ἀναξίλα Λυροποιοῦ· ξανθοῖς τε μύροις χρῶτα λιπαίνων, χλανίδας θʼ ἕλκων, βλαύτας σύρων, βολβοὺς τρώγων, τυροὺς κάπτων, ᾤʼ ἐκλάπτων, κήρυκας ἔχων, Χῖον πίνων, καὶ πρὸς τούτοις ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν Ἐφεσήια γράμματα καλά.
Kaibel Index Scriptorum
ANAXILAS
ANTIGONVS
CLEARCHVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Anaxilas
Clearchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License