DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
7

δὲ παρὰ τῷ Ὁμήρῳ Ὀδυσσεὺς ἡγεμὼν δοκεῖ γεγενῆσθαι Ἐπικούρῳ τῆς πολυθρυλήτου ἡδονῆς, ὅσπερ φησίν· οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα, δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων οἰνοχόος παρέχῃσι καὶ ἐγχείῃ δεπάεσσιν. τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. δὲ Μεγακλείδης φησὶ τὸν Ὀδυσσέα καθομιλοῦντα τοῖς καιροῖς ὑπὲρ τοῦ δοκεῖν ὁμοήθη τοῖς Φαίαξιν εἶναι τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεσθαι, προπυθόμενον τοῦ Ἀλκίνου· αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί. μόνως γὰρ οὕτως ᾠήθη ὧν ἤλπιζεν μὴ ἂν διαμαρτεῖν. τοιοῦτός ἐστιν καὶ παραινῶν Ἀμφιλόχῳ τῷ παιδί· τέκνον, ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει· τῷ παρεόντι δʼ ἐπαινήσαις ἑκὼν ἄλλοτʼ ἀλλοῖα φρόνει. ὁμοίως φησὶν καὶ Σοφοκλῆς ἐν Ἰφιγενείᾳ· νόει πρὸς ἀνδρί, σῶμα πουλύπους ὅπως πέτρᾳ, τραπέσθαι γνησίου φρονήματος. καὶ Θέογνις· πουλύπου ὀργὴν ἴσχε πολυπλόκου. εἰσὶ δʼ οἵ φασι ταύτης εἶναι τῆς γνώμης τὸν Ὅμηρον, προτάττοντα τοῦ σπουδαίου βίου πολλάκις τὸν καθʼ ἡδονήν, λέγοντα· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι δειδέχατʼ ἀλλήλους. καὶ Μενέλαος δὲ παρʼ αὐτῷ φησιν· οὐδέ κεν ἡμέας ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε. καί· ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ. διόπερ καὶ Ὀδυσσεὺς τρυφὴν καὶ λαγνείαν τέλος τοῦ βίου παρὰ τῷ Ἀλκινόῳ τίθεται.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License