DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
68

καλῶς ἄρα ποιοῦντες Ῥωμαῖοι οἱ πάντα ἄριστοι Ἄλκιον καὶ Φιλίσκον τοὺς Ἐπικουρείους ἐξέβαλον τῆς πόλεως, Λευκίου τοῦ Ποστουμίου ὑπατεύοντος, διʼ ἃς εἰσηγοῦντο ἡδονάς. ὁμοίως δὲ καὶ Μεσσήνιοι κατὰ ψήφισμα ἐξέωσαν τοὺς Ἐπικουρείους, Ἀντίοχος δὲ βασιλεὺς καὶ πάντας τοὺς φιλοσόφους τῆς αὑτοῦ βασιλείας, γράψας τάδε· βασιλεὺς Ἀντίοχος Φανίᾳ. ἐγράψαμεν ὑμῖν καὶ πρότερον ὅπως μηδεὶς φιλόσοφος ἐν τῇ πόλει μηδʼ ἐν τῇ χώρᾳ. πυνθανόμεθα δὲ οὐκ ὀλίγους εἶναι καὶ τοὺς νέους λυμαίνεσθαι διὰ τὸ μηθὲν πεποιηκέναι ὑμᾶς ὧν ἐγράψαμεν περὶ τούτων. ὡς ἂν οὖν λάβῃς τὴν ἐπιστολήν, σύνταξον κήρυγμα ποιήσασθαι ὅπως οἱ μὲν φιλόσοφοι πάντες ἀπαλλάξονται ἐκ τῶν τόπων ἤδη, τῶν δὲ νεανίσκων ὅσοι ἂν ἁλίσκωνται πρὸς τούτοις γινόμενοι διότι κρεμήσονται, καὶ οἱ πατέρες αὐτῶν ἐν αἰτίαις ἔσονται ταῖς μεγίσταις· καὶ μὴ ἄλλως γένηται. τῆς δʼ ἡδονῆς πρὸ Ἐπικούρου εἰσηγητὴς ἐγένετο Σοφοκλῆς ποιητὴς ἐν Ἀντιγόνῃ τοιαῦτα εἰπών· τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Kaibel Index Scriptorum
ANTIOCHVS
SOPHOCLES

EPICVRVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Sophocles

Epicurus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License