DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
67

οὐ μόνος δʼ Ἀρίστιππος καὶ οἱ ἀπʼ αὐτοῦ τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἀλλὰ καὶ ΕΠΙΚΟΥΡΟΣ καὶ οἱ ἀπὸ τούτου. καὶ ἵνα μὴ τοὺς καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἅπερ πολλάκις προφέρεται Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα, ἐν τῷ περὶ Τέλους εἴρηκεν, τούτων μνηθήσομαι. φησὶν γάρ· οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς διʼ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς διʼ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατʼ ὄψιν ἡδείας κινήσεις. καὶ Μητρόδωρος ἐν ταῖς Ἐπιστολαῖς φησιν· περὶ γαστέρα, φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν. καὶ Ἐπίκουρος δέ φησιν· ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ τῆς γαστρὸς ἡδονή· καὶ τὰ σοφὰ καὶ τὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν. κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησίν· τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ· ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον, σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν τῆς ἡδονῆς καὶ θεραπαίνης τάξιν ἐπέχουσαν. κἀν ἄλλοις δέ φησιν· προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.
Kaibel Index Scriptorum
EPICVRVS
METRODORVS

Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Epicurus
Metrodorus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License