DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
66

καὶ Δοῦρις δέ φησιν ἐν τῇ κγʹ τῶν Ἱστοριῶν )ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς μέθης. διὸ ποιεῖν τὸν Ὅμηρον τῷ ΑΓΑΜΕΜΝΟΝΙ λοιδορούμενον τὸν Ἀχιλλέα καὶ λέγοντα· οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων. καὶ τὸν θάνατον δʼ ἀποσημαίνων τοῦ βασιλέως φησίν· ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθα, δεικνύων καὶ τὸν θάνατον αὐτοῦ παρʼ αὐταῖς ταῖς ἐπιθυμίαις τῆς μέθης γενόμενον. φιλήδονος ἦν καὶ ΣΠΕΥΣΙΠΠΟΣ Πλάτωνος συγγενὴς καὶ διάδοχος τῆς σχολῆς. Διονύσιος γοῦν τῆς Σικελίας τύραννος ἐν τῇ πρὸς αὐτὸν Ἐπιστολῇ κατὰ τῆς φιληδονίας αὐτοῦ εἰπὼν καὶ φιλαργυρίαν αὐτῷ ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἔρωτα, ἥτις καὶ Πλάτωνος ἠκηκόει.
Kaibel Index Scriptorum
DIONYSIVS
HOMERVS

ARISTOXENVS
DVRIS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Dionysius
Homerus

Duris

Alignment

 

Digital Athenaeus Project     Creative Commons License