DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
65

εἰπὼν δὲ τούτοις ἑξῆς τὰ περὶ τῆς θεραπείας τῆς τοῦ Περσῶν βασιλέως, οἵους καὶ ὅσους ἔχει θεραπευτῆρας, καὶ περὶ τῆς τῶν ἀφροδισίων αὐτοῦ χρήσεως καὶ τῆς περὶ τὸν χρῶτα αὐτοῦ ὀδμῆς καὶ τῆς εὐμορφίας καὶ τῆς ὁμιλίας καὶ περὶ τῶν θεωρημάτων καὶ τῶν ἀκροαμάτων, εὐδαιμονέστατον ἔφη κρῖναι τῶν νῦν τὸν τῶν Περσῶν βασιλέα· πλεῖσται γάρ εἰσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι ἡδοναί. δεύτερον δέ, φησί, τὸν ἡμέτερον τύραννον θείη τις ἂν καίπερ πολὺ λειπόμενον. ἐκείνῳ μὲν γὰρ τε Ἀσία ὅλη χορηγεῖ ...., τὸ δὲ Διονυσίου χορηγεῖον παντελῶς ἂν εὐτελές τι φανείη πρὸς ἐκεῖνο συγκρινόμενον. ὅτι μὲν οὖν περιμάχητός ἐστιν τοιοῦτος βίος φανερὸν ἐκ τῶν συμβεβηκότων. Σύρους μὲν γὰρ Μῆδοι μετὰ τῶν μεγίστων κινδύνων ἀφείλοντο τὴν βασιλείαν οὐκ ἄλλου τινὸς ἕνεκα τοῦ κυριεῦσαι τῆς Σύρων ἐξουσίας, Μήδους δὲ Πέρσαι διὰ τὴν αὐτὴν αἰτίαν· αὕτη δʼ ἐστὶν τῶν σωματικῶν ἡδονῶν ἀπόλαυσις. οἱ δὲ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἶδος· καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων καὶ ὅσα ἐδόκει πρὸς τὴν πολιτικὴν κοινωνίαν ἀναγκαῖα εἶναι καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως ὁμαλής. πολεμούντων οὖν τῶν νομοθετῶν τῷ τῆς πλεονεξίας γένει πρῶτον μὲν περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καί πού τις καὶ ποιητὴς ἐφθέγξατο· δικαιοσύνας τὸ χρύσεον πρόσωπον. καὶ πάλιν· τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας. ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα· ὥστε παρʼ ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ. μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ Ἐγκράτειαν ἐπεισεκώμασαν καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχήν· ὥστε τὸν πειθαρχοῦντα τοῖς νόμοις καὶ τῇ τῶν πολλῶν φήμῃ μετριάζειν περὶ τὰς σωματικὰς ἡδονάς.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Duris
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License