DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
62

οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὰ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ ΠΑΡΡΑΣΙΟΝ τὸν ζωγράφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς Βίοις οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπʼ αὐτοῦ ἐπιτελουμένοις ἔργοις· ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδʼ ἔγραψεν. καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν ῥαβδοδίαιτος ἀνήρ. ἐπέγραψεν δʼ ἐπὶ πολλῶν ἔργων αὐτοῦ καὶ τάδε· ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδʼ ἔγραψεν Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου. οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὅς ῥά μʼ ἔφυσε γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης. ηὔχησε δʼ ἀνεμεσήτως ἐν τούτοις· εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· φημὶ γὰρ ἤδη τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ χειρὸς ὑφʼ ἡμετέρης· ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος. ἀμώμητον δʼ οὐδὲν ἔγεντο βροτοῖς. ἀγωνιζόμενος δέ ποτε πρὸς καταδεέστερον ἐν Σάμῳ τὸν Αἴαντα καὶ ἡττηθείς, συναχθομένων αὐτῷ τῶν φίλων, ἔφη ὡς αὐτὸς μὲν ὀλίγον φροντίζοι, Αἴαντι δὲ συνάχθοιτο δεύτερον ἡττηθέντι. ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν ἐπὶ τῆς κεφαλῆς εἶχεν σκίπωνί τε ἐστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας. ἀλλʼ οὐδὲ τὰ κατὰ τὴν τέχνην ἀηδῶς ἐποιεῖτο ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος θεὸς σχηματίζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα. ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι· οἷος δʼ ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν Παρρασίῳ διʼ ὕπνου, τοῖος ὅδʼ ἐστὶν ὁρᾶν.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Theophrastus

Clearchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License