DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
60

ΔΗΜΗΤΡΙΟΣ δʼ Φαληρεύς, ὥς φησι Δοῦρις ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν, χιλίων καὶ διακοσίων ταλάντων κατʼ ἐνιαυτὸν κύριος γενόμενος καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζεν, θοίνας καθʼ ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν καὶ πλῆθός τι συνδείπνων ἔχων. καὶ ταῖς μὲν δαπάναις ταῖς εἰς τὰ δεῖπνα τοὺς Μακεδόνας ὑπερέβαλλε, τῇ δὲ καθαρειότητι Κυπρίους καὶ Φοίνικας· ῥάσματά τε μύρων ἔπιπτεν ἐπὶ τὴν γῆν, ἀνθινά τε πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσιν κατεσκευάζετο διαπεποικιλμένα ὑπὸ δημιουργῶν. ἦσαν δὲ καὶ πρὸς γυναῖκας ὁμιλίαι σιωπώμεναι καὶ νεανίσκων ἔρωτες νυκτερινοί, καὶ τοῖς ἄλλοις τιθέμενος θεσμοὺς Δημήτριος καὶ τοὺς βίους τάττων ἀνομοθέτητον ἑαυτῷ τὸν βίον κατεσκεύαζεν. ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κεφαλῆς ξανθιζόμενος καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν· ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι. ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων, ἣν ἔπεμψεν ἄρχων γενόμενος, ᾖδεν χορὸς εἰς αὐτὸν ποιήματα Σείρωνος τοῦ Σολέως, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο· ἐξόχως δʼ εὐγενέτας ἡλιόμορφος ζαθέοις ἄρχων σε τιμαῖσι γεραίρει. Καρύστιος δὲ Περγαμηνὸς ἐν τρίτῳ Ὑπομνημάτων Δημήτριος, φησίν, Φαληρεὺς Ἱμεραίου τοῦ ἀδελφοῦ ἀναιρεθέντος ὑπʼ Ἀντιπάτρου αὐτὸς μετὰ Νικάνορος διέτριβεν, αἰτίαν ἔχων ὡς τὰ ἐπιφάνεια τοῦ ἀδελφοῦ θύων. Κασάνδρῳ δὲ γενόμενος φίλος μέγα ἴσχυσεν. καὶ κατʼ ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύβαφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν. ὡς δʼ ἐπλούτησε, Μοσχίωνα τὸν ἄριστον τῶν τότε μαγείρων καὶ δειπνοποιῶν ἐωνήσατο, καὶ τοσαῦτα ἦν τὰ παρασκευαζόμενα καθʼ ἡμέραν ὥστε χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο παῖδάς τε ἐλευθέρους ὕβριζεν καὶ γυναῖκας τὰς τῶν ἐπιφανεστάτων. ἐζηλοτύπουν δὲ πάντες οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Δίογνιν· καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν ὥστε μετʼ ἄριστον αὐτοῦ περιπατήσαντος παρὰ τοὺς Τρίποδας συνῆλθον εἰς τὸν τόπον παῖδες οἱ κάλλιστοι ταῖς ἑξῆς ἡμέραις, ἵνʼ ὀφθεῖεν αὐτῷ.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License