DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
59

Διόδωρος δʼ Σικελιώτης ἐν τοῖς περὶ Βιβλιοθήκης Ἀκραγαντίνους φησὶ κατασκευάσαι ΓΕΛΩΝΙ κολυμβήθραν πολυτελῆ τὸ περίμετρον ἔχουσαν σταδίων ζʹ, βάθος δὲ πηχῶν κʹ, εἰς ἣν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι καὶ πολλοὺς παρέχεσθαι ἰχθῦς εἰς τὴν τρυφὴν καὶ ἀπόλαυσιν τῷ Γέλωνι· καθίπτασθαι δὲ καὶ κύκνων πλῆθος εἰς αὐτήν, ὡς γίνεσθαι ἐπιτερπεστάτην τὴν θέαν. ὕστερον δὲ αὕτη διεφθάρη καταχωσθεῖσα. Δοῦρις δὲ ἐν τῇ δʹ τῶν περὶ Ἀγαθοκλέα καὶ πλησίον Ἱππωνίου πόλεως ἄλσος τι δείκνυσθαι κάλλει διάφορον καὶ κατάρρυτον ὕδασιν, ἐν καὶ τόπον τινὰ εἶναι καλούμενον Ἀμαλθείας Κέρας, τὸν Γέλωνα κατασκευάσαι. Σιληνὸς δʼ Καλλατιανὸς ἐν τρίτῳ Σικελικῶν περὶ Συρακούσας φησὶν κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον, ὃν καλεῖσθαι Μῦθον, ἐν χρηματίζειν ΙΕΡΩΝΑ τὸν βασιλέα. δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν Ποσειδώνιος δʼ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν περὶ ΔΑΜΟΦΙΛΟΥ λέγων τοῦ Σικελιώτου, διʼ ὃν δουλικὸς ἐκινήθη πόλεμος, ὅτι τρυφῆς ἦν οἰκεῖος, γράφει καὶ ταῦτα· τρυφῆς οὖν δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρακύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν. ὕστερον δὲ πανοικίᾳ ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License