DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
56

ΑΝΤΙΟΧΟΝ δὲ τὸν Γρυπὸν ἐπικαλούμενον βασιλέα φησὶ Ποσειδώνιος ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν τὰς ἐπὶ Δάφνῃ πανηγύρεις ἐπιτελοῦντα ὑποδοχὰς λαμπρὰς ἐπιτελεῖν. ἐν αἷς τὸ μὲν πρῶτον ἀναδόσεις ἐγίγνοντο ὁλομελῶν βρωμάτων, εἶτʼ ἤδη καὶ ζώντων χηνῶν καὶ λαγωῶν καὶ δορκάδων. ἀνεδίδοντο δέ, φησίν, καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσιν καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων. ἔδει τε ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν τε τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα. ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ περὶ τοῦ ὁμωνύμου αὐτοῦ ΑΝΤΙΟΧΟΥ λέγων τοῦ ἐπʼ Ἀρσάκην εἰς Μηδίαν στρατεύσαντός φησιν ὅτι ὑποδοχὰς ἐποιεῖτο καθʼ ἡμέραν ὀχλικάς· ἐν αἷς χωρὶς τῶν ἀναλισκομένων καὶ ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερε τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα· καὶ μετὰ ταῦτα μελιπήκτων καὶ στεφάνων ἐκ σμύρνης καὶ λιβανωτοῦ σὺν ἀνδρομήκεσι λημνίσκων χρυσῶν πιλήμασιν πλήθη.
Kaibel Index Scriptorum
POSIDONIVS

CLYTVS
HOMERVS
PHYLARCHVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Posidonius

Clytus
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License