DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
54

Χάρης δʼ ἐν τῇ δεκάτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν ὅτε, φησίν, εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ τῶν ἄλλων φίλων, ἐνενήκοντα καὶ δύο θαλάμους κατασκευασάμενος ἐν τῷ αὐτῷ τόπῳ. ἦν δὲ οἶκος ἑκατοντάκλινος, ἐν ἑκάστη ἦν κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶ· δὲ αὐτοῦ χρυσόπους ἦν. συμπαρέλαβεν δὲ εἰς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους ἅπαντας καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ τε καὶ τοῖς ἄλλοις νυμφίοις, τὴν δὲ λοιπὴν δύναμιν πεζήν τε καὶ ναυτικὴν καὶ τὰς πρεσβείας καὶ τοὺς παρεπιδημοῦντας ἐν τῇ αὐλῇ. κατεσκεύαστο δὲ οἶκος πολυτελῶς καὶ μεγαλοπρεπῶς ἱματίοις τε καὶ ὀθονίοις πολυτελέσιν, ὑπὸ δὲ ταῦτα πορφυροῖς καὶ φοινικοῖς χρυσουφέσιν. τοῦ δὲ μένειν τὴν σκηνὴν ὑπέκειντο κίονες εἰκοσαπήχεις περίχρυσοι καὶ διάλιθοι καὶ περιάργυροι. περιεβέβληντο δὲ ἐν τῷ περιβόλῳ πολυτελεῖς αὐλαῖαι ζῳωτοὶ καὶ διάχρυσοι, κανόνας ἔχουσαι περιχρύσους καὶ περιαργύρους. τῆς δʼ αὐλῆς ἦν τὸ περίμετρον στάδιοι τέσσαρες. ἐγίνετο δὲ τὰ δεῖπνα πρὸς σάλπιγγα τότε μὲν ἐν τοῖς γάμοις, καὶ ἄλλως δʼ αἰεὶ ὅτε τύχοι σπονδοποιούμενος, ὥστε πᾶν εἰδέναι τὸ στρατόπεδον. ἐπὶ πέντε δὲ ἡμέρας ἐπετελέσθησαν οἱ γάμοι, καὶ ἐλειτούργησαν πάνυ πολλοὶ καὶ βαρβάρων καὶ Ἑλλήνων, καὶ οἱ ἀπὸ τῆς Ἰνδικῆς θαυματοποιοὶ ἦσαν διαπρέποντες ... Σκύμνος Ταραντῖνος καὶ Φιλιστίδης Συρακόσιος Ἡράκλειτός τε Μιτυληναῖος· μεθʼ οὓς ἐπεδείξατο ῥαψῳδὸς Ἄλεξις Ταραντῖνος. παρῆλθον δὲ καὶ ψιλοκιθαρισταὶ Κρατῖνος Μηθυμναῖος, Ἀριστώνυμος Ἀθηναῖος, Ἀθηνόδωρος Τήιος· ἐκιθαρῴδησαν δὲ Ἡράκλειτός τε Ταραντῖνος καὶ Ἀριστοκράτης Θηβαῖος. αὐλῳδοὶ δὲ παρῆλθον Διονύσιος Ἡρακλεώτης, Ὑπέρβολος Κυζικηνός· παρῆλθον δὲ καὶ αὐληταί, οἳ πρῶτον τὸ Πυθικὸν ηὔλησαν, εἶθʼ ἑξῆς μετὰ τῶν χορῶν, Τιμόθεος, Φρύνιχος, Καφισίας, Διόφαντος, ἔτι δὲ Εὔιος Χαλκιδεύς. καὶ ἔκτοτε οἱ πρότερον καλούμενοι Διονυσοκόλακες Ἀλεξανδροκόλακες ἐκλήθησαν διὰ τὰς τῶν δώρων ὑπερβολάς, ἐφʼ οἷς καὶ ἥσθη Ἀλέξανδρος. ὑπεκρίθησαν δὲ τραγῳδοὶ μὲν Θεσσαλὸς καὶ Ἀθηνόδωρος καὶ Ἀριστόκριτος, κωμῳδοὶ δὲ Λύκων καὶ Φορμίων καὶ Ἀρίστων. παρῆν δὲ καὶ Φασίμηλος ψάλτης. οἱ δὲ πεμφθέντες, φησί, στέφανοι ὑπὸ τῶν πρεσβευτῶν καὶ τῶν λοιπῶν ταλάντων ἦσαν μυρίων πεντακισχιλίων.
Kaibel Index Scriptorum
CHARES

EPHIPPVS
POLYCLETVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Chares
Polycletus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License