DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
52

περὶ δὲ ΚΑΛΛΙΟΥ καὶ τῶν τούτου κολάκων φθάνομεν καὶ πρότερον εἰπόντες· ἀλλʼ ἐπεὶ καινῶς Ἡρακλείδης Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ἱστορεῖ περὶ αὐτοῦ, ἄνωθεν ἀναλαβὼν διηγήσομαι. ὅτε τὸ πρῶτον εἰς Εὔβοιαν ἐστράτευσαν οἱ Πέρσαι, τότε, ὥς φασιν, Ἐρετριεὺς ἀνὴρ Διόμνηστος κύριος ἐγένετο τῶν τοῦ στρατηγοῦ χρημάτων. ἔτυχεν γὰρ ἐν τῷ ἀγρῷ τῷ ἐκείνου σκηνῶν καὶ τὰ χρήματα εἰς οἴκημά τι θέμενος τῆς οἰκίας. τελευτησάντων δὲ πάντων διέλαθεν ἔχων Διόμνηστος τὸ χρυσίον. ἐπεὶ δὲ πάλιν τῶν Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν Ἐρέτριαν στράτευμα, προστάξας ἀνάστατον γενέσθαι ποιῆσαι τὴν πόλιν, εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν. οἱ οὖν καταλελειμμένοι τῆς τοῦ Διομνήστου οἰκίας παρʼ Ἱππόνικον τὸν Καλλίου τὸν Ἄμμωνα ἐπικαλούμενον ὑπεξέθεντο τὰ χρήματα εἰς τὰς Ἀθήνας, καὶ ἀνασκευασθέντων ὑπὸ τῶν Περσῶν ἁπάντων τῶν Ἐρετριέων κατέσχον οὗτοι τὰ χρήματα πολλὰ ὄντα. ὥστε Ἱππόνικος ἀπʼ ἐκείνου γεγονὼς τοῦ τὴν παρακαταθήκην λαβόντος ᾔτησεν Ἀθηναίους ποτὲ ἐν ἀκροπόλει τόπον ἵνʼ οἰκοδομήσηται τοῖς χρήμασιν ὅπου κείσεται, λέγων ὡς οὐκ ἀσφαλὲς ὂν ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἶναι. καὶ ἔδοσαν ἂν Ἀθηναῖοι· νουθετηθεὶς δʼ ὑπὸ τῶν φίλων μετενόησεν. τούτων οὖν ὄντων τῶν χρημάτων Καλλίας κύριος γενόμενος καὶ πρὸς ἡδονὴν βιώσας ποῖοι γὰρ οὐ κόλακες τί πλῆθος οὐχ ἑταίρων περὶ αὐτὸν ἦσαν, ποίας δὲ δαπάνας οὐχ ὑπερεώρα ʼκεῖνος ἀλλʼ ὅμως εἰς τοσοῦτον αὐτὸν περιέστησεν περὶ ἡδονὴν βίος ὥστε μετὰ γρᾳδίου βαρβάρου διατελεῖν ἠναγκάσθη καὶ τῶν ἀναγκαίων τῶν καθʼ ἡμέραν ἐνδεὴς γενόμενος τὸν βίον ἐτελεύτησεν. τὸν δὲ Νικίου, φησί, τοῦ Περγασῆθεν πλοῦτον τὸν Ἰσχομάχου τίνες ἀπώλεσαν; οὐκ Αὐτοκλέης καὶ Ἐπικλέης, οἳ μετʼ ἀλλήλων ζῆν προελόμενοι καὶ πάντʼ ἐν ἐλάττονι ποιούμενοι τῆς ἡδονῆς, ἐπειδὴ πάντα κατανάλωσαν, κώνειον πιόντες ἅμα τὸν βίον ἐτελεύτησαν;
Kaibel Index Scriptorum
HERACLIDES

Kaibel Dialogi Personae
Meineke Index Scriptorum

Alignment

 

Digital Athenaeus Project     Creative Commons License