DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
51

ἐτρύφησεν δὲ καὶ ΦΑΡΑΞ Λακεδαιμόνιος, ὡς Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ ἱστορεῖ· καὶ ταῖς ἡδοναῖς οὕτως ἀσελγῶς ἐχρήσατο καὶ χύδην ὥστε πολὺ μᾶλλον διὰ τὴν αἰτίαν ταύτην αὐτὸν ὑπολαμβάνεσθαι Σικελιώτην διὰ τὴν πατρίδα Σπαρτιάτην. ἐν δὲ τῇ νβʹ φησὶν ὡς ΑΡΧΙΔΑΜΟΣ Λάκων ἀποστὰς τῆς πατρίου διαίτης συνηθίσθη ξενικῶς καὶ μαλακῶς· διόπερ οὐκ ἠδύνατο τὸν οἴκοι βίον ὑπομένειν, ἀλλʼ ἐσπούδαζεν αἰεὶ διʼ ἀκρασίαν ἔξω διατρίβειν. καὶ Ταραντίνων πρεσβευσαμένων περὶ συμμαχίας ἔσπευσε συνεξελθεῖν αὐτοῖς βοηθός· κἀκεῖ γενόμενος καὶ ἐν τῷ πολέμῳ ἀποθανὼν οὐδὲ ταφῆς κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ χρήματα ὑποσχομένων τοῖς πολεμίοις ὑπὲρ τοῦ ἀνελέσθαι αὐτοῦ τὸ σῶμα. Φύλαρχος δὲ ἐν τῇ ιʹ τῶν Ἱστοριῶν Θρᾳκῶν φησι τῶν καλουμένων Κροβύζων βασιλέα γενέσθαι ΙΣΑΝΘΗΝ, τρυφῇ πάντας τοὺς καθʼ ἑαυτὸν ὑπερβαλλόμενον. ἦν δὲ καὶ πλούσιος καὶ καλός. ἐν δὲ τῇ δευτέρᾳ καὶ εἰκοστῇ αὐτὸς ΠΤΟΛΕΜΑΙΟΝ φησι τὸν δεύτερον Αἰγύπτου βασιλεύσαντα, πάντων σεμνότατον γενόμενον τῶν δυναστῶν καὶ παιδείας εἴ τινα καὶ ἄλλον καὶ αὐτὸν ἐπιμεληθέντα οὕτως ἐξαπατηθῆναι τὴν διάνοιαν καὶ διαφθαρῆναι ὑπὸ τῆς ἀκαίρου τρυφῆς ὥστε τὸν πάντα χρόνον ὑπολαβεῖν βιώσεσθαι καὶ λέγειν ὅτι μόνος εὕροι τὴν ἀθανασίαν. κατατεινόμενον οὖν ὑπὸ ποδάγρας πλείους ἡμέρας, ὥς ποτʼ οὖν ἐρράισεν καὶ κατεῖδεν διά τινων ὑπολαμπάδων τοὺς Αἰγυπτίους παρὰ τὸν ποταμὸν ἀριστοποιουμένους καὶ τὰ τυχόντα προσφερομένους ἐπί τε τῆς ἄμμου χύδην ἐρριμμένους, εἶπεν· τάλας ἐγώ, τὸ μηδὲ τούτων ἕνα γενέσθαι.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Phylarchus
Theopompus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License