DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
50

Δοῦρις δʼ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν Παυσανίας μέν, φησίν, τῶν Σπαρτιατῶν βασιλεὺς καταθέμενος τὸν πάτριον τρίβωνα τὴν Περσικὴν ἐνεδύετο στολήν. δὲ Σικελίας τύραννος Διονύσιος ξυστίδα καὶ χρυσοῦν στέφανον ἐπὶ περόνῃ μετελάμβανε τραγικόν. Ἀλέξανδρος δʼ ὡς τῆς Ἀσίας ἐκυρίευσεν Περσικαῖς ἐχρῆτο στολαῖς. ΔΗΜΗΤΡΙΟΣ δὲ πάντας ὑπερέβαλεν· τὴν μὲν γὰρ ὑπόδεσιν ἣν εἶχεν κατεσκεύαζεν ἐκ πολλοῦ δαπανήματος· ἦν γὰρ κατὰ μὲν τὸ σχῆμα τῆς ἐργασίας σχεδὸν ἐμβάτης πίλημα λαμβάνων τῆς πολυτελεστάτης πορφύρας· τούτῳ δὲ χρυσοῦ πολλὴν ἐνύφαινον ποικιλίαν ὀπίσω καὶ ἔμπροσθεν ἐνιέντες οἱ τεχνῖται. αἱ δὲ χλαμύδες αὐτοῦ ἦσαν ὄρφνινον ἔχουσαι τὸ φέγγος τῆς χρόας, τὸ δὲ πᾶν πόλος ἐνύφαντο χρυσοῦς ἀστέρας ἔχων καὶ τὰ δώδεκα ζῴδια. μίτρα δὲ χρυσόπαστος ἦν, καυσίαν ἁλουργῆ οὖσαν ἔσφιγγεν, ἐπὶ τὸ νῶτον φέρουσα τὰ τελευταῖα καταβλήματα τῶν ὑφασμάτων. γινομένων δὲ τῶν Δημητρίων Ἀθήνησιν ἐγράφετο ἐπὶ τοῦ προσκηνίου ἐπὶ τῆς Οἰκουμένης ὀχούμενος. Νύμφις δʼ Ἡρακλεώτης ἐν ἕκτῳ τῶν περὶ τῆς πατρίδος ΠΑΥΣΑΝΙΑΣ, φησίν, περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης ἐξελθὼν νόμιμα καὶ εἰς ὑπερηφανίαν ἐπιδοὺς περὶ Βυζάντιον διατρίβων τὸν χαλκοῦν κρατῆρα τὸν ἀνακείμενον τοῖς θεοῖς τοῖς ἐπὶ τοῦ στόματος ἱδρυμένοις, ὃν ἔτι καὶ νῦν εἶναι συμβαίνει, ἐτόλμησεν ἐπιγράψαι ὡς αὐτὸς ἀναθείη, ὑποθεὶς τόδε τὸ ἐπίγραμμα, διὰ τὴν τρυφὴν καὶ ὑπερηφανίαν ἐπιλαθόμενος αὑτοῦ· μνᾶμʼ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου, πόντου ἐπʼ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς Κλεομβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.
Kaibel Index Scriptorum
DVRIS
NYMPHIS
SATYRVS

EPIGRAMMATA
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Nymphis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License