DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
49

μετὰ δὲ τὴν φυγὴν κυρίους Ἀθηναίους ποιήσας τοῦ Ἑλλησπόντου καὶ πλείους τῶν πεντακισχιλίων Πελοποννησίους λαβὼν ἀνέπεμψεν εἰς τὰς Ἀθήνας. κατιών τε μετὰ ταῦτα εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς Ἀττικὰς τριήρεις θαλλῷ καὶ μίτραις καὶ ταινίαις, καὶ ἀναψάμενος τὰς αἰχμαλώτους ναῦς ἠκρωτηριασμένας εἰς διακοσίας ἱππαγωγούς τε ἄγων σκύλων καὶ ὅπλων Λακωνικῶν καὶ Πελοποννησιακῶν μεστὰς εἰσέπλει. δὲ τριήρης ἐφʼ ἧς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις· ὡς δʼ ἐντὸς ἦν καὶ τὰς κώπας ἔλαβον οἱ ἐρέται, Χρυσόγονος μὲν ηὔλει τὸ τριηρικὸν ἐνδεδυκὼς τὴν Πυθικὴν στολήν, Καλλιππίδης δʼ τραγῳδὸς ἐκέλευε τὴν ἀπὸ τῆς σκηνῆς στολὴν ἠμφιεσμένος. διὸ καὶ χαριέντως εἶπέν τις· οὔτʼ ἂν δύο Λυσάνδρους ὑπήνεγκεν Σπάρτη οὔτʼ ἂν δύʼ Ἀλκιβιάδας Ἀθῆναι. ἐμιμεῖτο δὲ Ἀλκιβιάδης τὸν Παυσανίου μηδισμὸν καὶ καθομιλῶν Φαρνάβαζον τὴν Περσικὴν ἐνεδύετο στολὴν καὶ τὴν Περσικὴν ἔμαθε φωνήν, καθάπερ καὶ Θεμιστοκλῆς.
Kaibel Index Scriptorum
SATYRVS

DVRIS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Duris

Alignment

 

Digital Athenaeus Project     Creative Commons License